2.
Ἐνιπεύς
τί οὖν; διὰ τοῦτο ἐχρῆν σε προαρπάσαι
τὸν ἔρωτα καὶ καθυποκρίνασθαι Ἐνιπέα ἀντὶ Ποσειδῶνος
εἶναι καὶ κατασοφίσασθαι τὴν Τυρὼ ἀφελῆ κόρην οὖσαν;
Ποσειδῶν
ὀψὲ ζηλοτυπεῖς, ὦ Ἐνιπεῦ, ὑπερόπτης πρότερον
ὤν: ἡ Τυρὼ δὲ οὐδὲν δεινὸν πέπονθεν οἰομένη
ὑπὸ σοῦ διακεκορεῦσθαι.
Ἐνιπεύς
οὐ μὲν οὖν: ἔφησθα γὰρ ἀπιὼν ὅτι Ποσειδῶν
[p. 132]
δῶν ἦσθα, ὃ καὶ μάλιστα ἐλύπησεν αὐτήν: καὶ ἐγὼ τοῦτο
ἠδίκημαι, ὅτι τὰ ἐμὰ σὺ ηὐφραίνου τότε καὶ περιστήσας
πορφύρεόν τι κῦμα, ὅπερ ὑμᾶς συνέκρυπτεν ἅμα, συνῆσθα
τῇ παιδὶ ἀντ᾽ ἐμοῦ.
Ποσειδῶν
ναί: σὺ γὰρ οὐκ ἤθελες, ὦ Ἐνιπεῦ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.