previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ δὴ τῶν γραμμάτων τοσούτων τε ὄντων καὶ δυνάμεις τοιαύτας ἐχόντων αἱ καλούμεναι γίνονται συλλαβαί. τούτων δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ τῶν φωνηέντων τῶν μακρῶν τῶν διχρόνων ὅταν μακρῶς ἐκφέρηται, καὶ ὅσαι λήγουσιν εἰς μακρὸν μακρῶς λεγόμενον γράμμα εἴς τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων: βραχεῖαι δὲ ὅσαι συνεστήκασιν ἐκ βραχέος φωνήεντος βραχέως λαμβανομένου, καὶ ὅσαι λήγουσιν εἰς ταῦτα. μήκους δὲ καὶ βραχύτητος συλλαβῶν οὐ μία φύσις, ἀλλὰ καὶ μακρότεραί τινές εἰσι τῶν μακρῶν καὶ βραχύτεραι τῶν βραχειῶν. ἔσται δὲ τοῦτο φανερὸν ἐπὶ τῶν παραδειγμάτων. [p. 58]

ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο, ὡς λέγεται ὁδός. ταύτῃ τις προσθέτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ καὶ γενέσθω Ῥόδος: μένει μὲν ἔτι βραχεῖα συλλαβή, πλὴν οὐχ ὁμοίως ἀλλ᾽ ἕξει τινὰ παραλλαγὴν ἀκαρῆ παρὰ τὴν προτέραν. ἔτι προσθέτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ καὶ γενέσθω τρόπος: μείζων αὕτη τῶν προτέρων ἔσται συλλαβῶν καὶ ἔτι βραχεῖα μένει. τρίτον ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ ς καὶ γενέσθω στρόφος: τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βραχεῖα. οὐκοῦν τέτταρες αὗται βραχείας συλλαβῆς διαφοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον. δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς. γὰρ ἐκ τοῦ η γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθ᾽ ἣν λέγεται σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου: μειουμένη τ᾽ οὖν αὖθις καθ᾽ ἓν [p. 59] ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι. αἰτία δὲ τίς ἐστι τοῦ μήτε τὰς μακρὰς ἐκβαίνειν τὴν αὑτῶν φύσιν μέχρι γραμμάτων ε μηκυνομένας μήτε τὰς βραχείας εἰς ἓν ἀπὸ πολλῶν γραμμάτων συστελλομένας ἐκπίπτειν τῆς βραχύτητος, ἀλλὰ κἀκείνας ἐν διπλασίῳ λόγῳ θεωρεῖσθαι τῶν βραχειῶν καὶ ταύτας ἐν ἡμίσει τῶν μακρῶν, οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι σκοπεῖν. ἀρκεῖ γὰρ ὅσον εἰς τὴν παροῦσαν ὑπόθεσιν ἥρμοττεν εἰρῆσθαι, ὅτι διαλλάττει καὶ βραχεῖα συλλαβὴ βραχείας καὶ μακρὰ μακρᾶς καὶ οὐ τὴν αὐτὴν ἔχει δύναμιν οὔτ᾽ ἐν λόγοις ψιλοῖς οὔτ᾽ ἐν ποιήμασιν μέλεσιν διὰ μέτρων ῥυθμῶν κατασκευαζομένοις πᾶσα βραχεῖα καὶ πᾶσα μακρά.

πρῶτον μὲν δὴ θεώρημα τοῦτο τῶν ἐν ταῖς συλλαβαῖς παθῶν, ἕτερον δὲ τοιόνδε: τῶν γραμμάτων πολλὰς ἐχόντων διαφορὰς οὐ μόνον περὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἀλλὰ καὶ περὶ τοὺς ἤχους, ὑπὲρ ὧν ὀλίγῳ πρότερον εἴρηκα, πᾶσα ἀνάγκη καὶ τὰς ἐκ τούτων συνισταμένας συλλαβὰς διὰ τούτων πλεκομένας ἅμα τήν τε ἰδίαν ἑκάστου σῴζειν δύναμιν καὶ τὴν κοινὴν ἁπάντων, γίνεται διὰ τῆς κράσεώς τε καὶ [p. 60] παραθέσεως αὐτῶν: ἐξ ὧν μαλακαί τε φωναὶ γίνονται καὶ σκληραὶ καὶ λεῖαι καὶ τραχεῖαι, γλυκαίνουσαί τε τὴν ἀκοὴν καὶ πικραίνουσαι, καὶ στύφουσαι καὶ διαχέουσαι, καὶ πᾶσαν ἄλλην κατασκευάζουσαι διάθεσιν φυσικήν: αὗται δ᾽ εἰσὶ μυρίαι τὸ πλῆθος ὅσαι.

ταῦτα δὴ καταμαθόντες οἱ χαριέστατοι ποιητῶν τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις, τὰ δὲ γράμματα καὶ τὰς συλλαβὰς οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσιν ποικίλως φιλοτεχνοῦσιν, ὡς ποιεῖ πολλάκις Ὅμηρος, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτάσει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλόμενος ἦχον


ἠιόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω:
ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας

Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι,
χερσὶ ψηλαφόων:
[p. 61] καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην

οὐδ᾽ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων,
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
μυρία ἔστιν εὑρεῖν παρ᾽ αὐτῷ τοιαῦτα χρόνου μῆκος σώματος μέγεθος πάθους ὑπερβολὴν στάσεως ἠρεμίαν τῶν παραπλησίων τι δηλοῦντα παρ᾽ οὐδὲν οὕτως ἕτερον τὰς τῶν συλλαβῶν κατασκευάς: καὶ ἄλλα τούτοις ἐναντίως εἰργασμένα εἰς βραχύτητα καὶ τάχος καὶ σπουδὴν καὶ τὰ τούτοις ὁμοιογενῆ, ὡς ἔχει ταυτί

ἀμβλήδην γοόωσα μετὰ δμωῇσιν ἔειπεν
καὶ

ἡνίοχοι δ᾽ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ.
ἐφ᾽ ἧς μὲν γὰρ τοῦ πνεύματος δηλοῦται συγκοπὴ καὶ τὸ τῆς φωνῆς ἄτακτον, ἐφ᾽ ὧν δ᾽ τῆς διανοίας ἔκστασις καὶ τὸ τοῦ δείματος ἀπροσδόκητον: ποιεῖ δὲ τούτων ἑκάτερον τῶν συλλαβῶν τε καὶ γραμμάτων ἐλάττωσις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: