Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος,
ῥυσίπολις γενοῦ,
130Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ
ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,
ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.
135σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον
Κάδμου φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.
140καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ,
ἄλευσον: σέθεν γὰρ ἐξ αἵματος
γεγόναμεν: λιταῖσί σε θεοκλύτοις
ἀυτοῦσαι πελαζόμεσθα.
145καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ
στρατῷ δαΐῳ στόνων ἀντίτας.
σύ τ᾽, ὦ Λατογένει-
α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.