previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55. ἐγένετο δὲ ἀγὼν μέγας καὶ οἷος οὐχ ἕτερος. αὐτοί τε γὰρ ἄριστοι πρὸς πάντα τὰ πολέμια καὶ εὐδοκιμώτατοι διαφανῶς οὐχ ὅτι τῶν Ῥωμαίων ἀλλὰ καὶ τῶν ἄλλων τῶν τότε 1 ἀνθρώπων ἠξιοῦντο εἶναι: οἷα 2 γὰρ ἐκ παίδων τε ἐν αὐτοῖς ἠσκημένοι καὶ διὰ παντὸς αὐτοῖς ὡμιληκότες, ἔργα [p. 94] τε ἀξιόλογα ἀποδεδειγμένοι, καὶ πολλῇ μὲν ἀρετῇ πολλῇ δὲ καὶ τύχῃ κεχρημένοι, καὶ ἀξιοστρατηγητότατοι 3 [2] καὶ ἀξιονικότατοι ἦσαν: καὶ δυνάμεις Καῖσαρ μὲν τοῦ τε πολιτικοῦ τὸ πλεῖστον καὶ καθαρώτατον, καὶ ἐκ τῆς ἄλλης Ἰταλίας τῆς τε Ἰβηρίας καὶ τῆς Γαλατίας πάσης τῶν τε νήσων ὧν ἐκράτει τοὺς μαχιμωτάτους εἶχε, Πομπήιος δὲ συχνοὺς μὲν καὶ ἐκ τῆς βουλῆς τῆς τε ἱππάδος κἀκ τῶν καταλόγων ἐπῆκτο, παμπληθεῖς δὲ παρά τε τῶν λοιπῶν ὑπηκόων καὶ παρὰ τῶν ἐνσπόνδων [3] καὶ δήμων καὶ βασιλέων ἠθροίκει. ἄνευ γὰρ δὴ τοῦ τε Φαρνάκου καὶ τοῦ Ὀρώδου ῾καὶ γὰρ τοῦτον, καίτοι πολέμιον ἀφ᾽ οὗ τοὺς Κράσσους ἀπέκτεινεν ὄντα, προσεταιρίσασθαι ἐπεχείρησἐ πάντες οἱ ἄλλοι, οἱ καὶ ἐφ᾽ ὁσονοῦν οἰκειωθέντες ποτὲ αὐτῷ, καὶ χρήματά οἱ ἔδωκαν, καὶ βοηθείας [4] οἱ μὲν ἔπεμψαν οἱ δὲ ἤγαγον. δὲ δὴ Πάρθος ὑπέσχετο μὲν αὐτῷ, ἂν τὴν Συρίαν λάβῃ, συμμαχήσειν, μὴ τυχὼν δὲ αὐτῆς οὐκ ἐπήμυνε. προύχοντος δ᾽ οὖν πολὺ τοῦ Πομπηίου τῷ πλήθει, ἐξισοῦντό σφισιν οἱ τοῦ Καίσαρος τῇ ῥώμῃ: καὶ οὕτως ἀπ᾽ ἀντιπάλου πλεονεξίας καὶ ἰσόρροποι ἀλλήλοις καὶ ἰσοκίνδυνοι ἐγίγνοντο.

1 to/te H. Steph., te L.

2 oi(=a Bk., oi( L.

3 a)ciostrathghto/tatoi Bk., a)ciostrathghko/tatoi L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: