previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

63. ἐνόμιζε. τεκμήριον δὲ ὅτι Σαδάλου μὲν τοῦ Θρᾳκὸς καὶ Δηιοτάρου τοῦ Γαλάτου, καίτοι καὶ ἐν τῇ μάχῃ γενομένων, Ταρκονδιμότου 1 τε ἐν μέρει μέν τινι τῆς Κιλικίας δυναστεύοντος, πλεῖστον δὲ αὐτῷ πρὸς τὰ ναυτικὰ βοηθήσαντος, [2] ἐφείσατο. τί γὰρ δεῖ τοὺς ἄλλους τοὺς τὰς συμμαχίας πέμψαντας καταλέγειν, οἷς καὶ αὐτοῖς συγγνώμην ἔνειμε, χρήματα μόνον παρ᾽ αὐτῶν 2 λαβών; ἄλλο γὰρ οὐδὲν οὔτε ἔδρασέ σφας οὔτ᾽ ἀφείλετο, 3 καίπερ πολλῶν πολλὰ καὶ μεγάλα, τὰ μὲν πάλαι τὰ δὲ καὶ τότε, παρὰ τοῦ Πομπηίου [3] εἰληφότων. μέρος μὲν γάρ τι τῆς Ἀρμενίας τῆς τοῦ Δηιοτάρου γενομένης Ἀριοβαρζάνει τῷ τῆς Καππαδοκίας βασιλεῖ ἔδωκεν, οὐ μέντοι καὶ τὸν Δηιόταρον ἐν τούτῳ τι ἔβλαψεν, ἀλλὰ καὶ προσευηργέτησεν: 4 οὐ γὰρ ἐκείνου τὴν χώραν ἀπετέμετο, ἀλλ᾽ ὑπὸ τοῦ Φαρνάκου πᾶσαν τὴν Ἀρμενίαν καταληφθεῖσαν καταλαβὼν τὸ μέν τι αὐτῆς τῷ Ἀριοβαρζάνει τὸ δὲ δὴ τῷ Δηιοτάρῳ ἐχαρίσατο. [4] καὶ τούτοις μὲν οὕτως ἐχρήσατο: τῷ δὲ δὴ Φαρνάκῃ προβαλλομένῳ ὅτι μὴ προσαμύναι τῷ Πομπηίῳ, κἀκ τούτου συγγνώμης ἐφ᾽ οἷς ἐπεποιήκει τυχεῖν ἀξιοῦντι, οὔτε ἔνειμεν ἐπιεικὲς οὐδέν, καὶ προσέτι καὶ αὐτὸ τοῦτ᾽ ἐπεκάλεσεν, ὅτι καὶ πονηρὸς καὶ [5] ἀνόσιος περὶ τὸν εὐεργέτην ἐγένετο. τοσαύτῃ μὲν καὶ φιλανθρωπίᾳ καὶ ἀρετῇ πρὸς ἅπαντας τοὺς ἀντιπολεμήσαντας αὐτῷ ἐπίπαν 5 ἐχρῆτο: ἀμέλει [p. 110] καὶ τὰ γράμματα τὰ 6 ἀπόθετα τὰ ἐν τοῖς τοῦ Πομπηίου κιβωτίοις εὑρεθέντα, ὅσα τινῶν τήν τε πρὸς ἐκεῖνον εὔνοιαν καὶ τὴν πρὸς ἑαυτὸν δύσνοιαν ἤλεγχεν, οὔτ᾽ ἀνέγνω οὔτ᾽ ἐξεγράψατο ἀλλ᾽ [6] εὐθὺς κατέφλεξεν, ὅπως μηδὲν ἀπ᾽ αὐτῶν δεινὸν ἀναγκασθῇ δρᾶσαι, ὥστε τινὰ καὶ διὰ ταῦτα τοὺς ἐπιβουλεύσαντας αὐτῷ μισῆσαι. τοῦτο δὲ οὐκ ἄλλως εἶπον, ἀλλ᾽ ὅτι καὶ Καιπίων 7 Βροῦτος Μᾶρκος, μετὰ τοῦτο αὐτὸν ἀποκτείνας, καὶ ἑάλω ὑπ᾽ αὐτοῦ καὶ ἐσώθη.

1 *tarkondimo/tou R. Steph., tarkondomo/tou L.

2 au)tw=n R. Steph., au)tou= L.

3 a)fei/leto St., a)fei/lato L.

4 proseuhrge/thsen St., proseuerge/thsen L.

5 e)pi/pan Kuiper, e)/phtan L.

6 ta\ added by Rk.

7 *kaipi/wn Leuncl., kapi/wn L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: