previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. οὕτως οὖν δὴ πάντων αὐτῶν διακειμένων, καὶ μηδενός, ἔξω τῶν προσφιλῶν πῃ τῷ Καίσαρι δοκούντων εἶναι, ἐν ἐλαφρῷ τὸ πρᾶγμα ποιουμένου, 1 καὶ ἐκείνων δὲ πρὸς τὰς μεταβολὰς τῶν τρόπων, ἃς οἱ πλείους πρὸς τὰ παρόντα σφίσι 2 λαμβάνουσιν, οὐ φερεγγύῳ πίστει θαρσούντων, οὐδ᾽ 3 ἐπινοῆσαι ῥᾴδιον ὅση μὲν ταραχὴ ὅσον δὲ [p. 18] καὶ πένθος ἐν τῇ τῶν τε ὑπάτων καὶ τῶν ἄλλων [2] τῶν συνεξορμωμένων σφίσιν ἐξόδῳ ἐγένετο. τήν τε γὰρ νύκτα πᾶσαν ἀνασκευαζόμενοι 4 καὶ περιφοιτῶντες ἐθορύβουν, καὶ ὑπὸ 5 τὴν ἕω πολὺς μὲν πρὸς τοῖς ἱεροῖς 6 οἶκτος ῾καὶ γὰρ ἑκασταχόθι περιιόντες εὐχὰς ἐποιοῦντὀ πάντας αὐτοὺς ἐλάμβανε: τούς τε γὰρ θεοὺς ἀνεκάλουν καὶ τὰ δάπεδα κατεφίλουν, ὁσάκις τε 7 ἐξ οἵων περιεγένοντο ἀνηριθμοῦντο, καὶ ὅτι τὴν πατρίδα, μηπώποτε ἐτετόλμητό σφισιν, ἐξέλειπον, 8 ὠδύροντο: πολὺς δὲ καὶ περὶ τὰς πύλας θρῆνος ἦν: [3] οἱ μὲν γὰρ ἀλλήλους τε ἅμα καὶ ἐκείνην ὡς καὶ τελευταῖον ὁρῶντες ἠσπάζοντο, οἱ δὲ ἑαυτούς τε ἐθρήνουν καὶ τοῖς ἐξιοῦσι συνηύχοντο, καὶ οἵ γε πλείους ὡς καὶ προδιδόμενοι κατηρῶντο: πάντες γὰρ καὶ οἱ ὑπομένοντες παμπαιδὶ καὶ παγγυναικὶ [4] παρῆσαν. καὶ μετὰ τοῦτο οἱ μὲν ἐξωρμῶντο, οἱ δὲ προέπεμπόν σφας: ἄλλοι τε ἐνεχρόνιζον καὶ πρὸς τῶν γνωρίμων κατείχοντο, καί τινες περιβάλλοντες ἀλλήλους ἐπὶ πλεῖστον συνηρτῶντο. ἀκολουθοῦντές τε τοῖς ἐξορμωμένοις οἱ ὑπομένοντες ἐπὶ μακρότατον ἐπεβοῶντό τε ἅμα αὐτοὺς καὶ κατῴκτιζον, ἄγειν τέ σφας καὶ [5] ἐκείνους οἴκοι μένειν ἀξιοῦντες ἐπεθείαζον. κἀν τούτῳ ὀλολυγὴ ἐφ᾽ ἑκάστῳ αὐτῶν πολλὴ καὶ παρὰ τῶν ἄλλων καὶ δάκρυα ἄπλετα ἐγίγνετο: τὴν μὲν γὰρ τοῦ κρείττονος ἐλπίδα ἥκιστα, ἅτε ἐν τοῖς τοιούτοις ὄντες, τὰ δὲ δὴ πάθη πρότερον μὲν [p. 20] οἱ καταλειπόμενοι ἔπειτα δὲ καὶ οἱ ἀφορμώμενοι [6] προσεδέχοντο. εἴκασε δ᾽ ἄν τις αὐτοὺς ἰδὼν δύο τε δήμους καὶ δύο πόλεις ἐκ μιᾶς γίγνεσθαι, καὶ τὴν μὲν ἀνίστασθαί τε καὶ φεύγειν, τὴν δὲ ἐγκαταλείπεσθαί τε καὶ ἁλίσκεσθαι. [7] Πομπήιος μὲν οὖν οὕτω τὸ ἄστυ ἐξέλιπεν, συχνοὺς τῶν βουλευτῶν ἐπαγόμενος ῾ὑπελείφθησαν γάρ τινες, οἱ μὲν τὰ τοῦ Καίσαρος φρονοῦντες, οἱ δὲ καὶ ἐκ μέσου ἀμφοῖν ἱστάμενοἰ, καὶ καταλόγους τε ἐκ τῶν πόλεων σπουδῇ ἐποιεῖτο καὶ χρήματα ἐξέλεγε, φρουράς τε ὡς ἑκασταχόσε

1 poioume/nou Xyl., poioume/nwn L.

2 sfi/si Rk., sfw=n L.

3 ou)d' Pflugk, ou)/t' L.

4 a)naskeuazo/menoi Naber, a)nagkazo/menoi L.

5 u(po\ Reim., e)pi\ L.

6 pro\s toi=s i(eroi=s placed here by Bk., after kai\ ga\r in L.

7 te R. Steph., te kai\ L.

8 e)ce/leipon H. Steph., e)ce/lipon L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: