previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. ἐν δὲ ταῦτα 1 ὡς ἕκαστα ἐπράττετο, καὶ Ἰβηρία καίπερ εἰρηνεύσασα ἐκινήθη. ἐπειδὴ γὰρ Λογγῖνος Κύιντος πολλὰ καὶ τότε αὐτοὺς ἐλυμαίνετο, τὸ μὲν πρῶτον ὀλίγοι τινὲς συνέστησαν [2] ὡς καὶ ἀποκτενοῦντες αὐτόν: ἐπεὶ δὲ δὴ τρωθεὶς διέφυγε κἀκ τούτου πολλῷ μείζω σφᾶς ἠδίκει, συχνοὶ μὲν Κορδουβήσιοι συχνοὶ δὲ καὶ στρατιῶται, ἅτε καὶ τοῦ Πομπηίου γεγονότες, [3] ἐπανέστησαν αὐτῷ, Μᾶρκον Μάρκελλον Αἰσερνῖνον τὸν ταμίαν προστησάμενοι. οὐ μὴν καὶ ὅλῃ τῇ γνώμῃ αὐτοὺς προσεδέξατο, ἀλλὰ τό τε ἀστάθμητον τῶν πραγμάτων ὁρῶν καὶ τὴν ἔκβασίν σφων ἐφ᾽ ἑκάτερα προσδεχόμενος ἐπημφοτέριζε καὶ διὰ μέσου πάντα καὶ ἔλεγε καὶ ἔπραττεν, ὥστε, ἄν τε Καῖσαρ ἄν τε καὶ Πομπήιος κρατήσῃ, ἀμφοτέροις σφίσι συνηγωνίσθαι δόξαι. [4] Πομπηίῳ μὲν γάρ, ὅτι τούς τε μεταστάντας πρὸς αὐτὸν ἐδέξατο καὶ τῷ Λογγίνῳ τὰ τοῦ Καίσαρος πράττειν λέγοντι ἀντεπολέμησεν, ἐχαρίσατο, Καίσαρι δὲ ὅτι καὶ τοὺς στρατιώτας, ὡς καὶ τοῦ Λογγίνου νεωτερίζοντός τι, παραλαβὼν τούτους τε αὐτῷ ἐτήρησε καὶ ἐκεῖνον οὐκ εἴασε [5] πολεμωθῆναι. καὶ τό γε ὄνομα τὸ τοῦ Πομπηίου τῶν στρατιωτῶν ταῖς ἀσπίσιν ἐπιγραψάντων ἀπήλειψεν, ὅπως καὶ ἐκ τοῦ τοιούτου τῷ μὲν τὰ ἔργα τῶν ὅπλων τῷ δὲ τὴν δόκησιν προβάλλων, καὶ τῶν μὲν ὑπὲρ τοῦ κρατήσαντος γεγονότων [p. 140] προσποιούμενος, τὰ δὲ ἐναντία ἔς τε τὴν ἀνάγκην καὶ ἐς ἄλλους τινὰς ἀναφέρων, ἀσφαλὴς εἴη:

1 tau=ta Rk., tau=ta/ te L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: