previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

34. ταῦτα μὲν ἐν τῇ Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀπουσίαν ἐγένετο: χρόνιος δὲ ἐπ᾽ αὐτήν, καὶ οὐκ εὐθὺς ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ, ἦλθε διὰ τάδε. οἱ Αἰγύπτιοι ταῖς τῶν χρημάτων ἐσπράξεσι βαρυνόμενοι, καὶ δεινῶς φέροντες ὅτι [2] μηδὲ τῶν ιερῶν τις ἀπείχετο ῾θρησκεύουσί τε γὰρ πολλὰ περισσότατα ἀνθρώπων, καὶ πολέμους ὑπὲρ αὐτῶν καὶ πρὸς ἀλλήλους, ἅτε μὴ καθ᾽ ἓν ἀλλὰ καὶ ἐκ τοῦ ἐναντιωτάτου καὶ αὑτοῖς 1 τιμῶντές τινα, ἀναιροῦνταἰ, τούτοις τε οὖν ἀγανακτήσαντες, καὶ προσέτι φοβηθέντες μὴ τῇ Κλεοπάτρᾳ ἅτε μέγα παρὰ τῷ Καίσαρι δυναμένῃ [3] παραδοθῶσιν, ἐταράχθησαν. ἐκείνη τε γὰρ τέως μὲν δι᾽ ἑτέρων παρ᾽ αὐτῷ διὰ τὸν ἀδελφὸν ἐδικάζετο, ἔπειτα δὲ ὡς τάχιστα τὴν φύσιν αὐτοῦ κατέμαθεν ῾ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις, ὅσαις που περιτύχοι, συνεγίγνετὀ, [p. 168] πέμπει πρὸς αὐτὸν 2 προδίδοσθαί τε ὑπὸ τῶν φίλων λέγουσα καὶ ἀξιοῦσα αὐτὴ δι᾽ ἑαυτῆς [4] ἀγωνίσασθαι. ἄλλως τε γὰρ περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέπρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε, [5] καὶ προσομιλῆσαι παντί τῳ διὰ χαρίτων ἠπίστατο, ὥστε λαμπρά τε ἰδεῖν καὶ ἀκουσθῆναι οὖσα, κἀκ τούτου πάντα τινὰ καὶ δυσέρωτα καὶ ἀφηλικέστερον ἐξεργάσασθαι δυναμένη, πρὸς τρόπου τε ἐνόμισε τῷ Καίσαρι ἐντεύξεσθαι, καὶ [6] πάντα ἐν τῷ κάλλει τὰ δικαιώματα ἔθετο. ᾐτήσατό τε οὖν ἐς ὄψιν αὐτοῦ ἐλθεῖν, καὶ τυχοῦσα κατεκόσμησέ τε ἑαυτὴν καὶ ἐξήσκησεν ὥστε σεμνοπρεπεστάτη καὶ οἰκτροτάτη αὐτῷ ὀφθῆναι. καὶ μὲν ταῦτα μηχανησαμένη ἔς τε τὴν πόλιν ἅμα ῾ἔξω γὰρ καὶ ἐκείνης ἦν᾽ καὶ ἐς τὰ βασίλεια

1 au(toi=s R. Steph., au)toi=s L.

2 au)to\n Leuncl., au)to\n kai\ L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: