previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. αἰσθόμενοι δὲ ταῦθ᾽ οἱ Αἰγύπτιοι τὸν μὲν 1 πόλεμον οὐδ᾽ ὣς κατελύσαντο, ἀχθεσθέντες 2 δὲ τῇ τοῦ εὐνούχου καὶ τῆς γυναικὸς ἀρχῇ, καὶ νομίσαντες, ἂν τὸν Πτολεμαῖον προστήσωνται, [2] καθυπέρτεροι τῶν Ῥωμαίων ἔσεσθαι, ἔπειτ᾽ ἐπειδὴ οὐδένα τρόπον ἐξαρπάσαι αὐτὸν ἠδυνήθησαν ῾δεινῶς γὰρ ἐφυλάσσετὀ, ἐπλάσαντο ταῖς τε συμφοραῖς πεπονῆσθαι καὶ τῆς εἰρήνης ἐπιθυμεῖν, καὶ ἔπεμψαν πρὸς τὸν Καίσαρα ἐπικηρυκευόμενοί τε καὶ τὸν Πτολεμαῖον αἰτοῦντες, ὅπως δὴ σὺν αὐτῷ περὶ τῶν σπονδῶν, ἐφ᾽ οἷς γενήσοιντο, [3] βουλεύσωνται. οὖν Καῖσαρ ἐνόμισε μὲν καὶ ὡς ἀληθῶς αὐτοὺς μεταβεβλῆσθαι ῾ἄλλως τε γὰρ καὶ δειλοὺς καὶ ὀξυρρόπους ὄντας ἤκουε, καὶ τότε [p. 182] πρὸς τὰ πταίσματα καταπεπληγμένους ᾔσθετὀ εἰ δὲ δὴ καὶ τεχνάζοιντό τι, ἀλλ᾽ ὅπως μὴ διὰ τοῦτ᾽ ἐμποδίζων τὴν εἰρήνην νομισθῇ, συνεπαινεῖν τέ σφισιν ἔφη καὶ τὸν Πτολεμαῖον ἔπεμψεν. [4] οὔτε 3 γὰρ ἐν ἐκείνῳ τι ἰσχυρὸν ἔκ τε τῆς ἡλικίας καὶ ἐκ τῆς ἀπαιδευσίας ἐνεώρα ὄν, καὶ τοὺς Αἰγυπτίους ἤτοι συναλλαγήσεσθαί οἱ ἐφ᾽ οἷς ἐβούλετο δικαιότερον καὶ καταπολεμηθήσεσθαι καὶ καταστραφήσεσθαι ἤλπισεν, ὥστε ἀπ᾽ εὐλόγου δή τινος προφάσεως τῇ Κλεοπάτρᾳ παραδοθῆναι: [5] οὐ γάρ που καὶ ἡττηθήσεσθαί ποτε ὑπ᾽ αὐτῶν, ἄλλως τε καὶ τῆς δυνάμεώς οἱ προσγεγενημένης,

1 me\n supplied by Bk.

2 a)xqesqe/ntes R. Steph., a)xqe/ntes L.

3 ou)/te Bk., ou)de\ L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: