previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. Καῖσαρ δὲ ὡς τότε μετὰ τὴν μάχην τὰ κατεπείγοντα διῳκήσατο, τὴν μὲν Ἑλλάδα τά τε λοιπὰ τὰ ταύτῃ ἄλλοις τισὶ καὶ προσποιεῖσθαι καὶ καθίστασθαι προσέταξεν, αὐτὸς δὲ τὸν Πομπήιον ἐπεδίωξε. καὶ μέχρι μὲν τῆς Ἀσίας κατὰ πύστιν αὐτοῦ προϊὼν 1 ἠπείχθη, ἐνταῦθα δέ, ἐπειδὴ μηδεὶς [2] ὅπῃ πεπλευκὼς ἦν ἠπίστατο, ἐνδιέτριψεν. οὕτω δ᾽ οὖν ἐν τύχῃ πάντα αὐτῷ προεχώρει ὥστε καὶ τὸν Ἑλλήσποντον ἐν πορθμείῳ τινὶ περαιούμενος ἐνέτυχε μὲν τῷ τοῦ Πομπηίου ναυτικῷ μετὰ τοῦ Κασσίου τοῦ Λουκίου πλέοντι, οὐ μόνον δὲ οὐδὲν δεινὸν ὑπ᾽ αὐτῶν ἔπαθεν, ἀλλὰ καὶ προσκαταπλήξας [p. 126] [3] σφᾶς προσεποιήσατο. κἀκ τούτου καὶ τὰ ἄλλα τὰ ἐκείνῃ, μηδενὸς ἔτ᾽ ἀνταίροντος, παρελάμβανε καὶ διῴκει, χρημάτων μὲν ἐκλογήν, ὥσπερ εἶπον, ποιούμενος, ἄλλο δὲ μηδὲν μηδένα λυπῶν, ἀλλὰ καὶ εὐεργετῶν πάντας ὅσα ἐνεδέχετο. τοὺς γοῦν τελώνας πικρότατά σφισι χρωμένους ἀπαλλάξας, ἐς φόρου συντέλειαν τὸ συμβαῖνον ἐκ τῶν τελῶν κατεστήσατο.

1 proi+w\n Leuncl., prosiw\n L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: