previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. μὲν δὴ ταῦτ᾽ ἐλέχθη, τρεφομένου δὲ ἐν ἀγρῷ αὐτοῦ ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον ἐμετεωρίσθη καὶ μετὰ τοῦτο καταπτόμενος ἀπέδωκεν αὐτόν. παιδίσκου τε αὐτοῦ ὄντος καὶ [2] τὴν διατριβὴν ἐν τῇ Ῥώμῃ ποιουμένου, ἔδοξέ ποτε Κικέρων ὄναρ ἁλύσεσί τε αὐτὸν χρυσαῖς [p. 410] ἐς τὸ Καπιτώλιον ἐκ τοῦ οὐρανοῦ καθιμῆσθαι καὶ μάστιγα 1 παρὰ τοῦ Διὸς εἰληφέναι: καὶ οὐ γὰρ ἠπίστατο ὅστις ἦν, περιέτυχέ τε αὐτῷ τῆς ὑστεραίας ἐν αὐτῷ τῷ Καπιτωλίῳ, καὶ γνωρίσας αὐτὸν [3] διηγήσατο τοῖς παροῦσι τὴν ὄψιν. τε Κάτουλος οὐδ᾽ αὐτός πω 2 ἑορακὼς τὸν Ὀκτάουιον, ἐνόμισε τοὺς παῖδας ἐν τοῖς ὕπνοις τοὺς εὐγενεῖς πάντας ἐν τῷ Καπιτωλίῳ πρόσοδον πρὸς τὸν Δία πεποιῆσθαι, καὶ ἐν αὐτῇ τὸν θεὸν εἰκόνα τινὰ τῆς [4] Ῥώμης ἐς τὸν ἐκείνου κόλπον ἐμβεβληκέναι: ἐκπλαγεὶς δὲ ἐπὶ τούτῳ ἀνῆλθεν ἐς τὸ Καπιτώλιον προσευξόμενος τῷ θεῷ, καὶ ἐκεῖ τὸν Ὀκτάουιον εὑρὼν ἄλλως ἀναβεβηκότα τό τε εἶδος αὐτοῦ πρὸς τὸ ἐνύπνιον προσήρμοσε καὶ τὴν ἀλήθειαν τῆς [5] ὄψεως ἐβεβαιώσατο. μειρακιωθέντος δὲ μετὰ τοῦτο αὐτοῦ καὶ ἐς τοὺς ἐφήβους ἐσιόντος, τήν τε ἐσθῆτα τὴν ἀνδρικὴν ἐνδύντος, χιτὼν περιερράγη τε ἑκατέρωθεν ἀπὸ τῶν ἐπωμίδων καὶ μέχρι τῶν ποδῶν κατερρύη. τοῦτο αὐτὸ μὲν καθ᾽ ἑαυτὸ οὐχ ὅπως τέκμαρσίν τινα ὡς καὶ ἀγαθόν [6] τι προσημαῖνον 3 ἔφερεν, ἀλλὰ καὶ ἠνίασε τοὺς παρόντας, ὅτι ἐν τῇ πρώτῃ τοῦ ἀνδρικοῦ χιτῶνος ἐνδύσει συνεβεβήκει: ἐπελθὸν δὲ τῷ Ὀκταουίῳ εἰπεῖν 4 ὅτιτὸ ἀξίωμα τὸ βουλευτικὸν πᾶν ὑπὸ τοὺς πόδας μου σχήσω,’ ἔκβασιν πρὸς τὸ λεχθὲν [7] ἔλαβεν. ἐξ οὖν τούτων Καῖσαρ μεγάλα ἐπ᾽ αὐτῷ ἐπελπίσας ἔς τε τοὺς εὐπατρίδας αὐτὸν ἐσήγαγε καὶ ἐπὶ τὴν ἀρχὴν ἤσκει, καὶ πάνθ᾽ ὅσα προσήκει τῷ μέλλοντι καλῶς καὶ κατ᾽ ἀξίαν [p. 412] τηλικοῦτο κράτος διοικήσειν ὑπάρχειν ἀκριβῶς [8] ἐξεπαίδευσε: λόγοις τε γὰρ ῥητορικοῖς, οὐχ ὅτι τῇ τῶν Λατίνων ἀλλὰ καὶ τῇδε τῇ γλώσσῃ, ἠσκεῖτο, καὶ ἐν ταῖς στρατείαις ἐρρωμένως ἐξεπονεῖτο, τά τε πολιτικὰ καὶ τὰ ἀρχικὰ ἰσχυρῶς ἐδιδάσκετο.

1 ma/stiga Xiph., ma/stigas LM.

2 pw Pflugk, pou LM Xiph.

3 proshmai=non Reim., proshmai/noi LM.

4 ei)pei=n Xiph., ei)=pen LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: