previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4. ἐπὶ μὲν γὰρ τοῦ Σύλλου οἵ τέ τι δρῶντες τάς τε τόλμας ἐκ τοῦ παραχρῆμα, 1 ἅτε καὶ πρῶτον τοῦ [p. 122] τοιούτου πειρώμενοι, καὶ οὐκ ἐκ προβουλῆς ἐποιοῦντο, καὶ διὰ τοῦθ᾽ ἧττον τὰ πλείω κακοτρόπως, οἷα οὐκ ἐκ προνοίας ἀλλ᾽ ἐκ συντυχίας, ἔπραττον: καὶ οἱ πάσχοντες ἐξαπιναίαις τε καὶ ἀνηκούστοις συμφοραῖς περιπίπτοντες ῥᾳστώνην τινὰ ἐκ τοῦ ἀνελπίστου τῶν παθῶν ἐλάμβανον. [2] τότε δὲ πάντα μὲν τὰ προτολμηθέντα οἱ μὲν αὐτοὶ χειρουργήσαντες, οἱ δὲ ἰδόντες, οἱ δ᾽ ἀκοῇ γοῦν ὑπογύῳ 2 ἀκριβοῦντες, πολλὰ δ᾽ οὖν 3 ἐν τῷ διὰ μέσου τῇ προσδοκίᾳ τῶν ὁμοίων οἱ μὲν ὡς δράσουσι προσεπινοήσαντες, οἱ δ᾽ ὡς πείσονται [3] προσδείσαντες, ἐκεῖνοί τε πλείστην ἀτοπίαν τῇ τε ζηλώσει τῶν προτέρων ἔργων καὶ τῇ ἀπ᾽ αὐτῶν σπουδῇ 4 ἐς τὸ καινῶσαί 5 πως τὰ ἐπιβουλεύματα ἐξ ἐπιτεχνήσεως παρεῖχον, καὶ οἱ ἕτεροι πάνθ᾽ ὅσα παθεῖν ἐδύναντο λογιζόμενοι πολὺ ταῖς ψυχαῖς καὶ πρὸ τῶν σωμάτων, ὡς καὶ ἐν αὐτοῖς

1 e)k tou= paraxrh=ma Bs., pro/sxhma LM.

2 u(pogu/w| R. Steph., u(pogui/wi LM.

3 d' ou)=n Bk., gou=n LM.

4 spoudh=| supplied by Xyl.

5 kainw=sai/ R. Steph., kenw=sai/ LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: