previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

46. τοῦτο μὲν δὴ τοιοῦτόν ἐστιν, δὲ δὴ Σέξτος ταῦτά τε τῷ Καίσαρι ἐγκαλῶν, καὶ ὅτι Ἀχαΐα ἐκεκάκωτο καὶ οὔτε αὐτῷ οὔτε τοῖς κατελθοῦσι τὰ ὁμολογηθέντα ἐγίγνετο, ἔπεμψε Μενεκράτην ἐς τὴν Ἰταλίαν, ἐξελεύθερον καὶ αὐτὸν ἑαυτοῦ ὄντα, καὶ δι᾽ ἐκείνου ἄλλα τε τῆς Καμπανίας καὶ [2] Οὐόλτουρνον ἐπόρθησεν. οὖν Καῖσαρ μαθὼν τοῦτο τά τε γραμματεῖα τὰ τῆς συμβάσεως ἀνείλετο παρὰ τῶν ἀειπαρθένων, καὶ τὸν Ἀντώνιον τόν τε Λέπιδον μετεπέμψατο. καὶ αὐτῷ Λέπιδος μὲν οὐκ εὐθὺς ὑπήκουσεν, Ἀντώνιος δὲ ἦλθε μὲν ἐς τὸ Βρεντέσιον ῾ἐν γὰρ τῇ Ἑλλάδι ἔτι ὢν ἐτύγχανἐ, [3] πρὶν δὲ συμμῖξαι τῷ Καίσαρι ἐν Τυρσηνίᾳ ὄντι, δείσας ὅτι λύκος ἔς τε τὸ στρατήγιον 1 αὐτοῦ ἐσῆλθε καὶ στρατιώτας ἔφθειρεν, ἐς τὴν Ἑλλάδα αὖθις, πρόφασιν τὰ τῶν Πάρθων ὡς [4] κατεπείγοντα ποιησάμενος, 2 ἀνέπλευσεν. πρὸς οὖν τοῦτο μὲν 3 Καῖσαρ, εἰ καὶ τὰ μάλιστα ἐγκαταλελεῖφθαι ὑπ᾽ αὐτοῦ, ὅπως μόνος τῷ πολέμῳ συσχεθῇ, ἐνόμιζεν, ἀλλ᾽ οὔτι γε καὶ φανερῶς ὠργίζετο: δὲ δὴ Σέξτος ἐθρύλει τε ὡς μὴ δικαιοῦντος τοῦ Ἀντωνίου αὐτόν, καὶ προθυμότερον τῶν προκειμένων εἴχετο, καὶ τέλος τῇ τε [p. 320] Ἰταλίᾳ ἐπέπλει καὶ ἀποβάσεις ποιούμενος πολλὰ [5] μὲν ἐκάκου πολλὰ δὲ καὶ ἀντέπασχε. κἀν τούτῳ ναυμαχία πρὸς Κύμῃ τοῦ τε Μενεκράτους καὶ Καλουισίου Σαβίνου γίγνεται: καὶ ἐν αὐτῇ νῆες μὲν πλείους τοῦ Καίσαρος, ἅτε πρὸς θαλασσουργοὺς ἀντικαθισταμένου, ἀπώλοντο, δὲ δὴ Μενεκράτης τῷ Μηνᾷ συμπεσὼν ἐκ φιλονεικίας καὶ φθαρεὶς ἀντίρροπον τὴν συμφορὰν τῷ Σέξτῳ [6] παρέσχε. καὶ διὰ τοῦτο οὔτε ἐκεῖνος προσεποιήσατό τι τῆς νίκης καὶ Καῖσαρ παρεμυθεῖτο

1 strath/gion Zon., strathgiko\n LM.

2 poihsa/menos R. Steph., poihso/menos LM.

3 me\n supplied by Bk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: