previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49. ἂν πόλεμος ἠνάγκασε. κἀν τούτῳ πλοῖά τε κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν ἐναυπηγεῖτο, καὶ ἐρέτας τὰ μὲν πρῶτα παρὰ τῶν φίλων ὡς καὶ ἑκόντων διδόντων, ἔπειτα δὲ καὶ παρὰ τῶν ἄλλων τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων τῶν τε δημοτῶν τῶν εὐπόρων δούλους συνέλεγεν, [p. 326] ὁπλίτας τε κατελέγετο, καὶ χρήματα παρά τε τῶν πολιτῶν 1 καὶ παρὰ τῶν συμμάχων τῶν τε ὑπηκόων, τῶν τε ἐν τῇ Ἰταλίᾳ καὶ τῶν ἔξω πάντων, ἤθροιζε. [2] καὶ τόν γε ἐνιαυτὸν τοῦτόν τε καὶ τὸν 2 ὕστερον ἔς τε τὴν ναυπηγίαν τῶν νεῶν καὶ ἐς τὴν ἄθροισιν τήν τε ἄσκησιν τῶν ἐρετῶν κατανάλωσε, αὐτὸς μὲν ἐφορῶν καὶ διατάττων ταῦτά τε καὶ τὰ ἄλλα τά τε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ ῾κίνησις γάρ τις παρ᾽ αὐτοῖς ἐγένετὀ, τῷ δ᾽ Ἀγρίππᾳ [3] τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας. τοὺς γὰρ Γαλάτας αὐτὸν τοὺς νεωτερίσαντας προσπολεμούμενον, ὅτεπερ καὶ τὸν Ῥῆνον δεύτερος δὴ Ῥωμαίων ἐπὶ πολέμῳ διέβη, μετεπέμψατο, καὶ τῇ τε δόσει τῶν νικητηρίων ἐτίμησε καὶ ἐκπονῆσαι [4] ἐξασκῆσαί τε τὸ ναυτικὸν ἐκέλευσε. καὶ ὅς ῾ὑπάτευε δὲ μετὰ Λουκίου Γάλλοὐ τὰ μὲν ἐπινίκια οὐκ ἐπεμψεν, αἰσχρὸν εἶναι νομίσας τοῦ Καίσαρος κακῶς πεπραγότος γαυρωθῆναι, τὸ δὲ δὴ ναυτικὸν πάνυ προθύμως ἐξειργάσατο. ἐγίγνετο μὲν γὰρ ἐν πάσῃ τῇ παραθαλασσίῳ Ἰταλίᾳ τὰ σκάφη: [5] ὡς δ᾽ οὐδεὶς αἰγιαλὸς ἐγκαθορμίσασθαι αὐτοῖς ἀσφαλὴς εὑρίσκετο ῾ἀλίμενα γὰρ ἔτι καὶ τότε τὰ πλείω τῆς ἠπείρου ταύτης ἦν᾽, ἔργον μεγαλοπρεπὲς καὶ ἐνενόησε 3 καὶ ἐξεποίησεν, ἐγὼ διὰ πλειόνων ἐξηγησάμενος ἐκεῖνό τε ἐπιδείξω τῷ λόγῳ καὶ τἆλλα τὰ κατ᾽ αὐτὸ νῦν ὄντα.

1 politw=n Leuncl., politikw=n LM.

2 to\n added by Reim.

3 e)neno/hse R. Steph., e)no/hse LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: