previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28.

Ἀλλ᾽ ἐρεῖ τις ὅτι καὶ συμμάχους πολλοὺς καὶ χρήματα πολλὰ ἔχει. οὐκοῦν ὅπως μὲν τοὺς τὴν Ἀσίαν τὴν ἤπειρον οἰκοῦντας νικᾶν εἰώθαμεν, οἶδε μὲν Σκιπίων ἐκεῖνος Ἀσιατικός, 1 οἶδε δὲ [p. 496] καὶ Σύλλας εὐτυχής, Λούκουλλος, Πομπήιος, Καῖσαρ πατὴρ ἐμός, ὑμεῖς 2 αὐτοὶ οἱ τοὺς μετά τε τοῦ Βρούτου καὶ τοῦ Κασσίου [2] στρατευσαμένους κεκρατηκότες. τούτου δὲ δὴ οὕτως ἔχοντος, καὶ τὸν πλοῦτόν σφων ὅσῳ πλείονα ἑτέρων νομίζετε εἶναι, τοσούτῳ μᾶλλον σπουδάσατε σφετερίσασθαι: ὑπὲρ γὰρ τῶν μεγίστων ἄθλων μεγίστους καὶ τοὺς ἀγῶνας ἄξιόν [3] ἐστι ποιεῖσθαι. καίτοι μεῖζον οὐδὲν ἂν 3 ἄλλο φήσαιμι ὑμῖν προκεῖσθαι τοῦ τὸ ἀξίωμα τὸ τῶν προγόνων διασῶσαι, τοῦ τὸ φρόνημα τὸ οἰκεῖον φυλάξαι, τοῦ τοὺς ἀφεστηκότας ἀφ᾽ ἡμῶν τιμωρήσασθαι, τοῦ τοὺς ὑβρίζοντας ὑμᾶς ἀμύνασθαι, τοῦ πάντων ἀνθρώπων νικήσαντας ἄρχειν, τοῦ μηδεμίαν γυναῖκα περιορᾶν μηδενὶ ἀνδρὶ παρισουμένην. [4] πρὸς μὲν Ταυρίσκους καὶ Ἰάπυδας 4 καὶ Δελμάτας καὶ Παννονίους προθυμότατα αὐτοὶ ὑμεῖς οἱ νῦν παρόντες ὑπὲρ ὀλίγων τινῶν τειχῶν καὶ γῆς ἐρήμου πολλάκις ἐμαχέσασθε, καὶ πάντας αὐτοὺς καίτοι πολεμικωτάτους ὁμολογουμένως ὄντας ἐχειρώσασθε, καὶ νὴ Δία καὶ πρὸς Σέξτον ὑπὲρ Σικελίας μόνης καὶ πρὸς αὐτὸν τοῦτον τὸν Ἀντώνιον ὑπὲρ Μουτίνης μόνης ὁμοίως ἠγωνίσασθε, [5] ὥστ᾽ ἀμφοτέρων αὐτῶν κρατῆσαν πρὸς δὲ δὴ γυναῖκα πᾶσι τοῖς ὑμετέροις ἐπιβουλεύουσαν, καὶ πρὸς τὸν ἄνδρα αὐτῆς τὸν τὰ ὑμέτερα τοῖς ἐκείνης παισὶ διαδεδωκότα, καὶ πρὸς τοὺς καλοὺς αὐτῶν ἑταίρους καὶ τραπεζεῖς, οὓς καὶ αὐτοὶ ἐκεῖνοι κοπρίας ἀποκαλοῦσιν, ἧττόν τι [6] προθυμηθήσεσθε; διὰ τί; διὰ τὸ πλῆθος αὐτῶν; [p. 498] ἀλλ᾽ οὐδὲν πλῆθος σωμάτων ἀρετῆς κρατεῖ. διὰ τὸ γένος; ἀλλ᾽ ἀχθοφορεῖν μᾶλλον πολεμεῖν μεμελετήκασι. διὰ τὴν ἐμπειρίαν; ἀλλ᾽ ἐρέττειν μᾶλλον ναυμαχεῖν ἴσασιν. ἐγὼ μὲν καὶ αἰσχύνομαι ὅτι πρὸς τοιούτους ἀνθρώπους ἀγωνίζεσθαι μέλλομεν, ὧν καὶ κρατήσαντες οὐκ εὐδοκιμήσομεν καὶ ἡττηθέντες ἀσχημονήσομεν.

1 a)siatiko/s M, a)siano\s V.

2 u(mei=s H. Steph., h(mei=s *wM.

3 a)\n supplied by St.

4 *)ia/pudas Xyl., i)a/pugas *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: