previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. ταῦτά τε οὖν καὶ τὰ ἄλλα τὰ ἐπείγοντα διοικήσας, τοῖς τέ τινα ἄδειαν λαβοῦσι καὶ ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι ῾οὐ γὰρ ἐξῆν᾽ δούς, καὶ τὸν δῆμον τὸν ἐν τῇ Ῥώμῃ ὑπολειφθέντα παρέμενος ὅτι μὴ πρὸς αὐτὸν ἦλθεν, ἔς τε τὴν Ἑλλάδα αὖθις τριακοστῇ μετὰ τὴν ἄφιξιν ἡμέρᾳ ἀπῆρε, [2] καὶ διὰ τοῦ ἰσθμοῦ τοῦ τῆς Πελοποννήσου τὰς ναῦς ὑπὸ τοῦ χειμῶνος ὑπερενεγκὼν οὕτω ταχέως ἐς τὴν Ἀσίαν ἀνεκομίσθη ὥστε καὶ τὸν Ἀντώνιον τήν τε Κλεοπάτραν ἑκάτερον ἅμα, καὶ ὅτι ἀφωρμήθη [3] καὶ ὅτι ἐπανῆλθε, μαθεῖν. ὡς γὰρ τότε ἐκ τῆς ναυμαχίας ἔφυγον, μέχρι μὲν τῆς Πελοποννήσου [p. 16] ὁμοῦ ἀφίκοντο, ἐντεῦθεν δὲ τῶν συνόντων τινάς, ὅσους ὑπώπτευον, ἀποπέμψαντες ῾πολλοὶ δὲ καὶ ἀκόντων αὐτῶν ἀπεχώρησαν᾽ Κλεοπάτρα μὲν ἐς τὴν Αἴγυπτον, μή τι τῆς συμφορᾶς σφων [4] προπυθόμενοι νεωτερίσωσιν, ἠπείχθη, καὶ ὅπως γε καὶ τὸν πρόσπλουν ἀσφαλῆ ποιήσηται, τάς τε πρῴρας ὡς καὶ κεκρατηκυῖα κατέστεψε καὶ ᾠδάς τινας ἐπινικίους ὑπ᾽ αὐλητῶν ᾖδεν: ἐπεὶ δὲ ἐν τῷ ἀσφαλεῖ ἐγένετο, πολλοὺς μὲν τῶν πρώτων, ἅτε καὶ ἀεί οἱ 1 ἀχθομένων καὶ τότε ἐπὶ τῇ συμφορᾷ [5] αὐτῆς ἐπηρμένων, ἐφόνευσε, πολὺν δὲ καὶ πλοῦτον ἔκ τε τῶν ἐκείνων κτημάτων καὶ ἐκ τῶν ἄλλων καὶ ὁσίων καὶ θείων, μηδενὸς μηδὲ τῶν πάνυ ἀβάτων ἱερῶν φειδομένη, ἤθροιζε, δυνάμεις τε ἐξηρτύετο καὶ συμμαχίας περιεσκόπει, τόν τε Ἀρμένιον ἀποκτείνασα τὴν κεφαλὴν αὐτοῦ τῷ Μήδῳ, ὡς καὶ ἐπικουρήσοντί σφισι διὰ τοῦτ̔, [6] ἔπεμψεν. Ἀντώνιος δὲ ἔπλευσε μὲν ἐς τὴν Λιβύην πρός τε Πινάριον Σκάρπον καὶ πρὸς τὸ στράτευμα τὸ μετ᾽ αὐτοῦ ἐπὶ τῇ τῆς Αἰγύπτου φυλακῇ ἐνταῦθα προσυνειλεγμένον: ἐπεὶ δ᾽ οὔτε προσδέξεσθαι αὐτὸν ἔφη, 2 καὶ προσέτι καὶ τοὺς προπεμφθέντας ὑπ᾽ αὐτοῦ ἔσφαξε, τῶν τε στρατιωτῶν ὧν ἦρχεν ἀγανακτήσαντάς τινας ἐπὶ τούτῳ διέφθειρεν, οὕτω δὴ καὶ αὐτὸς ἐς τὴν Ἀλεξάνδρειαν μηδὲν περάνας ἐκομίσθη.

1 oi( M, om. V.

2 e)/fh supplied by Leuncl.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: