previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

“‘41.

εἴρηκα, Κυιρῖται, τὰ μέγιστα καὶ ἐκπρεπέστατα, ὥς γε ἐν κεφαλαίοις διελθεῖν, ἐπεὶ ἄν γέ τις πάντα ἀκριβῶς καθ᾽ ἕκαστον ἀναριθμήσασθαι ἐθελήσῃ, παμπόλλων ἂν ἡμερῶν δεηθείη. πρὸς δὲ καὶ εὖ οἶδ᾽ ὅτι παρ᾽ ἐμοῦ μὲν μόνα ταῦτα ἀκηκοότες ἔσεσθε, παρ᾽ ἑαυτοῖς δὲ δὴ καὶ τἆλλα ἐξ αὐτῶν πάντα ἀναμνησθήσεσθε, ὥστε τρόπον τινὰ καὶ ἐκεῖνα ἐμὲ δοκεῖν εἰρηκέναι. [2] οὐδὲ γὰρ ἄλλως κόμπου τινὸς ἕνεκα οὔτ᾽ ἐγὼ τὸν περὶ αὐτοῦ λόγον 1 οὔθ᾽ ὑμεῖς τὴν ἀκρόασιν πεποίησθε, ἀλλ᾽ ὅπως τὰ πεπραγμένα αὐτῷ πολλὰ καὶ ἀγαθὰ ὄντα ἀειμνήστου παρὰ ταῖς ψυχαῖς [3] ὑμῶν εὐκλείας τύχῃ. τίς μὲν γὰρ οὐκ ἂν τῶν βουλευτῶν αὐτοῦ μνημονεύσειεν; ὧν τὸ φαῦλον [p. 94] τὸ ἐκ τῶν στάσεων ἐπιπολάσαν ἀλύπως ἀφελὼν τὸ λοιπὸν αὐτῷ τε τούτῳ ἐσέμνυνε καὶ τῇ αὐξήσει τοῦ τιμήματος ἐμεγάλυνε τῇ τε δόσει τῶν χρημάτων ἐπλούτισεν: οἷς ἐξ ἴσου καὶ αὐτὸς τὴν γνώμην ἐδίδου, καὶ μεθ᾽ ὧν συμμεθίστατο: οἷς πάντα τὰ μέγιστα καὶ ἀναγκαιότατα ἀεί 2 ποτε ἐν τῷ συνεδρίῳ καὶ οἴκοι διά τε τὴν ἡλικίαν καὶ διὰ τὴν ἀσθένειαν τοῦ σώματος, παραλαμβάνων [4] ἄλλοτε ἄλλους, ἐπεκοίνου. τίς δ᾽ οὐκ ἂν τῶν λοιπῶν Ῥωμαίων, οἷς ἔργα, χρήματα, ἀγῶνας, πανηγύρεις, ἄδειαν, ἀφθονίαν τῶν ἐπιτηδείων, ἀσφάλειαν οὐκ ἀπὸ τῶν πολεμίων οὐδ᾽ ἀπὸ τῶν κακούργων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐκ τοῦ δαιμονίου οὐχ ὅτι μεθ᾽ ἡμέραν ἀλλὰ καὶ νύκτωρ συμπιπτόντων, παρεσκεύασε. τίς τῶν συμμάχων, οἷς ἀκίνδυνον τὴν ἐλευθερίαν, οἷς ἀζήμιον τὴν συμμαχίαν ἐποίησε. τίς τῶν ὑπηκόων, ὧν 3 [5] οὐδεὶς οὔθ᾽ ὑβρίσθη ποτὲ οὔτε ἐπηρεάσθη. πῶς δ᾽ ἄν τις ἐπιλάθοιτο ἀνδρὸς ἰδίᾳ μὲν πένητος δημοσίᾳ δὲ πλουσίου, καὶ πρὸς ἑαυτὸν μὲν οἰκονομικοῦ πρὸς δὲ τοὺς ἄλλους ἀναλωτικοῦ γενομένου, καὶ αὐτοῦ μὲν πάντα ἀεὶ καὶ πόνον καὶ κίνδυνον ὑπὲρ ὑμῶν ὑπομείναντος, ὑμᾶς δὲ δὴ μηδ᾽ ὅσον προπέμψαι ποι αὐτὸν ἀπιόντα καὶ ἀπαντῆσαί οἱ ἐπανιόντι ταλαιπωρήσαντος, καὶ ἐν μὲν ταῖς ἑορταῖς καὶ τὸν δῆμον οἴκαδε προσδεξαμένου, ἐν δὲ ταῖς ἄλλαις ἡμέραις καὶ τὴν γερουσίαν [6] ἐν αὐτῷ τῷ βουλευτηρίῳ ἀσπασαμένου; πῶς τοῦ τε πλήθους καὶ τῆς ἀκριβείας ἅμα τῶν νόμων τῶν τοῖς μὲν ἀδικουμένοις αὔταρκες παραμύθιον [p. 96] τοῖς δ᾽ ἀδικοῦσιν οὐκ ἀπάνθρωπον τιμωρίαν εχόντων; πῶς τῶν γερῶν τῶν τοῖς γαμοῦσι καὶ τεκνοῦσι προκειμένων; πῶς τῶν ἄθλων τῶν τοῖς στρατιώταις ἄνευ τινὸς ἑτέρου βλάβης δεδομένων; [7] τί δέ; τὸ τοῖς ἅπαξ ἀναγκαίως κτηθεῖσιν ἀρκεσθῆναι αὐτὸν καὶ μηδὲν ἕτερον προσκατεργάσασθαι ἐθελῆσαι, ἐξ οὗ πλειόνων ἂν δόξαντες ἄρχειν καὶ τὰ ὄντα ἀπωλέσαμεν, τὸ τοῖς μὲν πάνυ φίλοις καὶ συνησθῆναι ἀεί ποτε αὐτὸν καὶ συλλυπηθῆναι [8] καὶ συμπαῖξαι καὶ συσπουδάσαι, πᾶσι δ᾽ ἁπλῶς τοῖς ὠφέλιμόν τι ἐπινοῆσαι δυνασθεῖσι παρρησιάσασθαι ἐπιτρέψαι, καὶ τοὺς μὲν ἀληθιζομένους τινὰ ἐπαινέσαι, τοὺς δὲ κολακεύοντας μισῆσαι, καὶ πολλὰ μὲν καὶ ἐκ τῶν οἰκείων πολλοῖς χαρίσασθαι, πάντα δὲ τὰ καταλειφθέντα αὐτῷ ὑπό τινων παῖδας ἐχόντων αὐτοῖς ἐκείνοις ἀποδοῦναι, ποίᾳ ἂν ἐπιλησμοσύνῃ φθαρείη; [9]

τοιγαροῦν διὰ ταῦτα εἰκότως καὶ προστάτην αὐτὸν καὶ πατέρα δημόσιον ἐποιήσασθε, καὶ ἄλλοις τε πολλοῖς καὶ ὑπατείαις πλείσταις ἐπεγαυρώσατε, καὶ τὸ τελευταῖον καὶ ἥρωα ἀπεδείξατε καὶ ἀθάνατον ἀπεφήνατε. οὔκουν οὐδὲ πενθεῖν αὐτὸν ἡμῖν πρέπει, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῦ τῇ φύσει ἤδη ἀποδοῦναι, τὴν δὲ ψυχὴν ὡς καὶ θεοῦ ἀεὶ ἀγάλλειν.

’ ”

1 e(/neka ou)/t' e)gw\ to\n peri\ au)tou= lo/gon Bk., e)n e(te/rois toi=s peri\ au)tou= lo/gon M.

2 a)ei/ Xyl., ei)/ M.

3 w(=n supplied by R. Steph.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: