previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16. Νέρωνα 1 δὲ μετὰ τὸν τῆς μητρὸς φόνον ἐσιόντα ἐς τὴν Ῥώμην δημοσίᾳ μὲν ἐθεράπευον, ἰδίᾳ δέ, ἐν γε καὶ παρρησιάσασθαί τινες ἀσφαλῶς ἐδύναντο, καὶ μάλα αὐτὸν ἐσπάραττον. τοῦτο μὲν γὰρ μολγόν τέ τινα ἀπ᾽ ἀνδριάντος αὐτοῦ νύκτωρ ἀπεκρέμασαν, ἐνδεικνύμενοι ὅτι ἐς ἐκεῖνον [2] αὐτὸν δέοι ἐμβεβλῆσθαι: τοῦτο δὲ παιδίον ἐς τὴν ἀγορὰν ῥίψαντες προσέδησαν αὐτῷ πινάκιον λέγονοὐκ ἀναιροῦμαί σε, ἵνα μὴ τὴν μητέρα ἀποσφάξῃς.’” Xiph. 154, 27-155, 19 R. St.[2α] ὅτι εἰσιόντος Νέρωνος εἰς τὴν Ῥώμην τοὺς τῆς Ἀγριππίνης ἀνδριάντας καθεῖλον: 2 μὴ φθάσαντες δὲ ἕνα ἀποτεμεῖν ῥάκος αὐτῷ ἐπέβαλον ὥστε δοκεῖν ἐγκαλύπτεσθαι, καί τις παραχρῆμα ἐπιγράψας προσέπηξε τῷ ἀνδριάντιἐγὼ αἰσχύνομαι καὶ σὺ οὐκ αἰδῇ.’” Petr. Patr. exc. Vat. 50 (p. 210 s#3. Mai. = p. 193, 13-18 Dind.).[2.2] καὶ ἦν μὲν καὶ ἀναγινώσκειν πολλαχόθι ὁμοίως γεγραμμένοννέ6ρων Ὀρέστης Ἀλκμέων μητροκτόνοι,’ 3 ἦν δὲ καὶ ἀκούειν αὐτὸ τοῦτο λεγόντων ὅτι Νέρων [3] τὴν μητέρα ἀνεχρήσατο: συχνοὶ γὰρ ὡς καὶ λελαληκότας τινὰς αὐτὸ ἐσήγγελον, οὐχ οὕτως [p. 72] ἵν᾽ ἐκείνους ἀπολέσωσιν, ὡς ἵνα τὸν Νέρωνα διαβάλωσιν. ὅθεν οὐδεμίαν τοιαύτην δίκην προσήκατο, ἤτοι μὴ βουλόμενος ἐπὶ πλεῖον δι᾽ αὐτῆς τὴν φήμην ἐπαυξῆσαι, καὶ καταφρονῶν ἤδη [4] τῶν λεγομένων. μέντοι ἥλιος σύμπας ἐν μέσαις ταῖς θυσίαις ταῖς ἐπὶ τῇ Ἀγριππίνῃ κατὰ τὸ ψήφισμα γενομέναις ἐξέλιπεν, ὥστε καὶ ἀστέρας ἐκφανῆναι: 4 καὶ οἱ ἐλέφαντες οἱ τὴν τοῦ Αὐγούστου ἁρμάμαξαν ἄγοντες ἐς μὲν τὸν ἱππόδρομον ἐσῆλθον καὶ μέχρι τῆς τῶν βουλευτῶν ἕδρας ἀφίκοντο, γενόμενοι δὲ ἐνταῦθα ἔστησαν [5] καὶ περαιτέρω οὐ προεχώρησαν. καὶ δὴ καὶ μάλιστα ἄν τις ἐτεκμήρατο ἐκ τοῦ δαιμονίου γεγονέναι, σκηπτός ποτε τὸ δεῖπνον αὐτοῦ πᾶν ἐσφερόμενόν οἱ κατέφλεξεν, ὥσπερ τις ἅρπυια τὰ σιτία αὐτοῦ ἀφελόμενος.” Xiph. 155, 19-156, 2 R. St. “ ”

1 ne/rwna C2, ne/rwn *wC1.

2 kaqei=lon Mai, kaqei=len cod.

3 mhtrokto/noi *wC Zon., mhtrokto/nos exc. Vat.

4 e)kfanh=nai Leuncl., e)kfh=nai *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: