previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. συνέβαλον. 1 καὶ ταῦθ᾽ οὕτω δι᾽ ὅλης τῆς νυκτὸς μέχρι τῆς ἕω ἐγένετο.” Xiph. 197, 17-198, 17 R. St., Exc. UG 40a.[2] ἔνθα δὴ καὶ τοιόνδε τι δύο ἄνδρες τῶν Οὐεσπασιανείων ἔπραξαν: ἐπειδὴ γὰρ ἰσχυρῶς ἐκ μηχανήματός τινος ἐβλάπτοντο, ἀσπίδας τε ἐκ τῶν Οὐιτελλιείων σκύλων ἥρπασαν, καὶ τοῖς ἀντικαθεστηκόσι μιχθέντες ἔλαθον μέχρι τῆς μηχανῆς ἐλθόντες ὡς καὶ ἐκείνων ὄντες, καὶ τὰ σχοινία αὐτῆς διέκοψαν ὥστε μηδὲν ἔτι βέλος [3] αὐτῆς ἀφεῖναι δυνηθῆναι. ἀνατείλαντος δὲ τοῦ ἡλίου, καὶ τῶν στρατιωτῶν ἐκ τοῦ τρίτου στρατοπέδου τοῦ Γαλατικοῦ καλουμένου καὶ ἐν τῇ Συρίᾳ χειμάζοντος, τότε δὲ κατὰ τύχην ἐν τῇ τοῦ Οὐεσπασιανοῦ μερίδι ὄντος, ἀσπασαμένων [p. 244] αὐτὸν ἐξαίφνης ὥσπερ εἰώθεσαν, ὑποτοπήσαντες οἱ τοῦ Οὐιτελλίου τὸν Μουκιανὸν 2 παρεῖνἁ̣̣̓ ἠλλοιώθησαν καὶ ἡττηθέντες ὑπὸ τῆς βοῆς ἔφυγον: οὕτω που καὶ τὰ βραχύτατα μεγάλως τοὺς [4] προκεκμηκότας ἐκπλήσσει. καὶ ἐς τὸ τεῖχος ἀναχωρήσαντες χεῖράς τε προετείνοντο καὶ ἱκέτευον. καὶ ἐπεὶ μηδεὶς αὐτῶν ἐσήκουεν, ἔλυσαν τὸν ὕπατον, καὶ αὐτὸν τῇ τε ἐσθῆτι τῇ ἀρχικῇ καὶ ταῖς ῥάβδοις κοσμήσαντες ἔπεμψαν ἀνθ᾽ ἱκετηρίας, καὶ ἔτυχον τῶν σπονδῶν: γὰρ Ἀλιηνὸς διὰ τὸ ἀξίωμα καὶ διὰ τὴν συμφορὰν ἔπεισε ῥᾳδίως τὸν Πρῖμον τὴν ὁμολογίαν σφῶν δέξασθαι. ”

1 sune/balon UG, sune/ballon *wC.

2 *moukiano\n R. Steph., minoukiano\n *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: