previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. προστίθησι δὲ Δίων ὅτι τοῦ ὄμβρου καταρραγέντος πρῶτον μὲν ἄνω πάντες ἀνέκυπτον καὶ ἐς τὰ στόματα αὐτὸν 1 ἐδέχοντο, ἔπειτα οἱ μὲν τὰς ἀσπίδας οἱ δὲ καὶ τὰ κράνη ὑποβάλλοντες [p. 32] αὐτοί τε χανδὸν ἔσπων καὶ τοῖς ἵπποις πίνειν ἐδίδοσαν, καὶ τῶν βαρβάρων σφίσιν ἐπιδραμόντων [2] ἔπινόν τε ὁμοῦ καὶ ἐμάχοντο, καὶ ἤδη γέ τινες τιτρωσκόμενοι τό τε αἷμα περιχεόμενον ἐς τὰ κράνη καὶ τὸ ὕδωρ ἅμα ἀνερρόφουν. κἂν ἔπαθόν τι δεινὸν ὑπὸ τῶν πολεμίων ἐπικειμένων αὐτοῖς, περὶ τὸ πίνειν οἱ πλείους ἠσχολημένοι, εἰ μὴ χάλαζα ἰσχυρὰ καὶ κεραυνοὶ οὐκ ὀλίγοι [3] τοῖς πολεμίοις ἐνέπεσον. ἦν οὖν ὁρᾶν ἐν τῷ αὐτῷ χωρίῳ ὕδωρ τε ἅμα καὶ πῦρ ἐκ τοῦ οὐρανοῦ φερόμενα: καὶ οἱ μὲν ὑγραίνοντό τε καὶ ἔπινον, οἱ δὲ ἐπυροῦντο καὶ ἔθνησκον: καὶ οὔτε τῶν Ῥωμαίων τὸ πῦρ ἥπτετο, ἀλλ᾽ εἴ που καὶ προσέμιξέ σφισιν, εὐθὺς ἐσβέννυτο, οὔτε τοὺς βαρβάρους ὑετὸς ὠφέλει, ἀλλὰ καὶ ἐπὶ μᾶλλον τὴν φλόγα αὐτῶν ὥσπερ ἔλαιον ἤγειρεν, ὕδωρ τε [4] ὑόμενοι ἐζήτουν. καὶ οἱ μὲν ἑαυτοὺς ἐτίτρωσκον ὡς καὶ τῷ αἵματι τὸ πῦρ κατασβέσοντες, οἱ δὲ καὶ πρὸς τοὺς Ῥωμαίους προσέτρεχον ὡς καὶ μόνους σωτήριον ὕδωρ ἔχοντας: ἠλέησε γοῦν αὐτοὺς καὶ Μᾶρκος. παρὰ δὲ τῶν στρατιωτῶν [5] τὸ ἕβδομον αὐτοκράτωρ προσηγορεύθη. καίπερ δὲ οὐκ εἰωθώς, πρὶν τὴν βουλὴν ψηφίσασθαι, τοιοῦτόν τι προσίεσθαι, ὅμως ἐδέξατό τε αὐτὸ ὡς καὶ παρὰ θεοῦ λαμβάνων, καὶ τῇ γερουσίᾳ ἐπέστειλεν. μέντοι Φαυστῖνα μήτηρ τῶν στρατοπέδων ἐπεκλήθη.” Xiph. 251, 22-24+260, 6-262, 5 R. St.[p. 34]

1 au)to\n H. Steph., au)tw=n *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: