- ἡ τοῦ κόσμου σύστασις καὶ διάταξις τῶν στοιχείων. β.
- περὶ τοῦ γένους Ἀδάμου καὶ τῶν ἀπ᾽ αὐτοῦ δέκα γενεῶν τῶν μέχρι τοῦ κατακλυσμοῦ. γ.
- ὡς ὁ κατακλυσμὸς ἐγένετο καὶ ὃν τρόπον Νῶχος σωθεὶς ἐν λάρνακι μετὰ τῶν συγγενῶν κατῴκησεν ἐν τῷ Σινάρῳ πεδίῳ. δ.
- ὡς πύργος, ὃν οἱ παῖδες αὐτοῦ ἐφ᾽ ὕβρει τοῦ θεοῦ ᾠκοδόμησαν, καὶ ὡς τὰς φωνὰς αὐτῶν μετέβαλε καὶ ὁ τόπος, ἐν ᾧ τοῦτο γέγονε, Βαβυλὼν ἐκλήθη. ε.
- ὡς οἱ Νώχου ἔγγονοι πᾶσαν τὴν οἰκουμένην ἐπῴκησαν. [στιγμα].
- ὅτι τῶν ἐθνῶν ἕκαστον ἀπὸ τῶν οἰκισάντων προσηγορεύθη. ζ.
- ὅπως Ἅβραμος ὁ πρόγονος ἡμῶν ἐξελθὼν ἐκ τῆς Χαλδαίων γῆς κατέσχε τὴν τότε μὲν Χαναναίαν νῦν δὲ Ἰουδαίαν λεγομένην. η.
- ὅτι λιμοῦ τὴν Χαναναίαν καταλαβόντος εἰς Αἴγυπτον ἀπῆρε καὶ διατρίψας ἐν αὐτῇ τινα χρόνον ὑπέστρεψεν ὀπίσω. θ.
- ἧττα Σοδομιτῶν Ἀσσυρίων αὐτοῖς ἐπιστρατευσάντων. ι.
- ὡς Ἅβραμος ἐπὶ τοὺς Ἀσσυρίους ἐκστρατεύσας ἐνίκησε καὶ τοὺς αἰχμαλώτους τῶν Σοδομιτῶν ἔσωσε καὶ τὴν λείαν ἣν ἔλαβον ἀφείλετο. ια.
- πῶς τὸ Σοδομιτῶν ἔθνος θεὸς κατεστρέψατο χολωθεὶς αὐτοῖς ἐφ᾽ οἷς ἡμάρτανον. ιβ.
- περὶ Ἰσμαήλου τοῦ Ἁβράμου καὶ τῶν ἐγγόνων αὐτοῦ Ἀράβων. ιγ.
- περὶ Ἰσάκου, ὃς ἦν γνήσιος παῖς Ἁβράμου. ιδ.
- περὶ Σάρρας τῆς Ἁβράμου γυναικός, καὶ πῶς τὸν βίον κατέστρεψεν. ιε.
- ὡς ἐκ Κατούρης Ἁβράμῳ γαμηθείσης τὸ τῶν Τρωγλοδυτῶν Ἀράβων ἔθνος ἐγεννήθη. ι[στιγμα].
- περὶ τῆς Ἁβράμῳ τελευτῆς. ιζ.
- περὶ τῆς Ἰσάκου παίδων Ἡσαῦ καὶ Ἰακώβου γενέσεως καὶ διατροφῆς. ιη.
- Ἰακώβου φυγὴ εἰς τὴν Μεσοποταμίαν καὶ τὸν ἐκ τἀδελφοῦ φόβον, καὶ ὡς γήμας ἐκεῖ καὶ δώδεκα γεννήσας παῖδας πάλιν εἰς τὴν Χαναναίαν ἐπανῆλθεν. ιθ.
- ὡς Ἴσακος τελευτήσας ἐτάφη ἐν Νεβρῶνι.
This text is part of:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Προοίμιον περὶ τῆς ὅλης πραγματείας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.