ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι
ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδίηι:
οὐ θαρσέω: μὴ δή με περίπλεκε. πολλάκι λήθει
τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός:
5τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς
οὗτος † ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι.