previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἵνα σοι καὶ λοιδορήσωμαι ταῦτ᾽ ἀντεπιστέλλω καὶ
ἀφῶ τι τῆς ὀργῆς ἐς σέ: μάλιστα γὰρ ἐδεόμην παρόντος,
ἵνα σου καὶ αὐτόχειρ γένωμαι. τί γάρ με διαφθεῖραι
γλίχῃ, τί δὲ σπεύδεις ἀπολέσαι με ἐς ἑστίασιν
καὶ θοίνην παρακαλῶν; πρῶτον μὲν γὰρ τὸ πολλοὺς
ὁρᾶν καὶ συνεῖναι πολλοῖς δεινῶς πέφρικα: φεύγω δὲ
κοινὴν θυσίαν ὡς οἱ δειλοὶ τοὺς πολεμίους: ὑφορῶμαι
δὲ καὶ τὸν οἶνον ὡς ἐπιβουλεῦσαι καὶ ἐπιθέσθαι
γνώμῃ δεινῶς καρτερόν, τοὺς δὲ θεοὺς τούς τε ἄλλους
καὶ τὸν Πᾶνα ἀσπάζομαί τε καὶ προσαγορεύω παριὼν
μόνον, θύω δὲ οὐδέν, οὐδὲ γὰρ αὐτοὺς ἐνοχλεῖν
ἐθέλω. σὺ δέ μοι καὶ αὐλητρίδας προσείεις καὶ ᾠδάς,
καταγέλαστε. ἐπὶ μὲν δὴ τούτοις καινῶς οὐχ ἁψαίμην
σου: καλὰ δέ σου κἀκεῖνα, ὀρχήσασθαι καὶ ὁμιλῆσαι [p. 183]
κόρῃ θερμότατα. σὺ μέν μοι δοκεῖς κἂν ἐς πῦρ
ἅλασθαι κἂν ἐς μαχαίρας κυβιστῆσαι, ἐμοὶ δὲ μήτε
θύων εἴης φίλος μήτε ἄλλως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: