previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γεωργίαν καὶ γεωργεῖν ἀπολιπὼν γείτων Λάχης
ἐπέβη νεὼς καὶ πλεῖ τὸν Αἰγαῖόν φασι, καὶ ἄλλα πελάγη
μετρεῖ καὶ ἐπικυματίζει καὶ λάρου βίον ζῇ καὶ
ἀνέμοις μάχεται διαφόροις: ἄκρα τε αὐτὸν ἐξ ἄκρας
διαλαμβάνει, καὶ περιβλέπων ἁδρὸν κέρδος καὶ περινοῶν
πλοῦτον ἀθρόον μακρὰ εἶπε χαίρειν αἰγιδίοις
ἐκείνοις καὶ νομευτικῷ τῷ προτέρῳ βίῳ: γλισχρῶς
τε καὶ κατ᾽ ὀλίγον ἐκ τῶν ἀγρῶν ἀποζῆν δυνάμενος
οὐδὲ ἀρκούμενος τοῖς παροῦσιν Αἰγυπτίους καὶ Σύρους
φαντάζεται καὶ περιβλέπει τὸ δεῖγμα, καὶ πολύς [p. 184]
ἐστι νὴ Δία τόκους ἐπὶ τόκοις λογιζόμενος καὶ χρήματα
ἐπὶ χρήμασιν ἀριθμῶν, καὶ διαφλέγει τὴν διάνοιαν
αὐτοῦ καὶ ἐκκάει κέρδος ἀμφοτερόπλουν. χειμῶνας
δὲ οὐκ ἐννοεῖ οὐδὲ ἐναντία πνεύματα οὐδὲ
τῆς θαλάττης τὸ ἀστάθμητον οὐδὲ τῶν ὡρῶν τὰς
ἀκαιρίας. ἡμεῖς δὲ εἰ καὶ μικρὰ κερδαίνομεν μεγάλα
πονοῦντες, ἀλλὰ πολὺ γῆ τῆς θαλάττης ἑδραιότερον,
καὶ αὕτη πιστοτέρα βεβαιοτέρας ἔχει τὰς παρ᾽ ἑαυτῆς ἐλπίδας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: