ἰδιώτου στάσις καὶ χαρακτήρ: οὐδέποτε ἐξ ἑαυτοῦ
προσδοκᾷ ὠφέλειαν ἢ βλάβην, ἀλλ᾽ ἀπὸ τῶν ἔξω. φιλοσόφου
στάσις καὶ χαρακτήρ: πᾶσαν ὠφέλειαν καὶ βλάβην ἐξ ἑαυτοῦ
προσδοκᾷ.
[2]
σημεῖα προκόπτοντος: οὐδένα ψέγει, οὐδένα
ἐπαινεῖ, οὐδένα μέμφεται, οὐδενὶ ἐγκαλεῖ, οὐδὲν περὶ
ἑαυτοῦ λέγει ὡς ὄντος τινὸς ἢ εἰδότος τι. ὅταν ἐμποδισθῇ
τι ἢ κωλυθῇ, ἑαυτῷ ἐγκαλεῖ. κἄν τις αὐτὸν ἐπαινῇ,
καταγελᾷ τοῦ ἐπαινοῦντος αὐτὸς παρ᾽ ἑαυτῷ: κἂν ψέγῃ,
οὐκ ἀπολογεῖται. περίεισι δὲ καθάπερ οἱ ἄρρωστοι,
εὐλαβούμενός τι κινῆσαι τῶν καθισταμένων, πρὶν
πῆξιν λαβεῖν.
[3]
ὄρεξιν ἅπασαν ἦρκεν ἐξ ἑαυτοῦ: τὴν δ᾽ ἔκκλισιν εἰς μόνα τὰ παρὰ φύσιν τῶν ἐφ᾽ ἡμῖν μετατέθεικεν.
ὁρμῇ πρὸς ἅπαντα ἀνειμένῃ χρῆται. ἂν ἠλίθιος ἢ
ἀμαθὴς δοκῇ, οὐ πεφρόντικεν. ἐνί τε λόγῳ, ὡς ἐχθρὸν
ἑαυτὸν παραφυλάσσει καὶ ἐπίβουλον.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.