previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τοιοῦτον ὄντα τὸν παράδεισον Λάμων ἐθεράπευε, τὰ ξηρὰ ἀποτέμνων, τὰ κλήματα ἀναλαμβάνων. Τὸν Διόνυσον ἐστεφάνωσε: τοῖς ἄνθεσιν ὕδωρ ἐπωχέτευσε. Πηγή τις ἦν, ἣν εὗρεν ἐς τὰ ἄνθη Δάφνις: ἐσχόλαζε μὲν τοῖς ἄνθεσιν πηγή, Δάφνιδος δὲ ὅμως ἐκαλεῖτο πηγή. [2] Παρεκελεύετο δὲ καὶ τῷ Δάφνιδι Λάμων πιαίνειν τὰς αἶγας ὡς δυνατὸν μάλιστα, πάντως που κἀκείνας λέγων ὄψεσθαι τὸν δεσπότην ἀφικόμενον διὰ μακροῦ. [3] δὲ ἐθάρρει μὲν ὡς ἐπαινεθησόμενος ἐπ̓ αὐταῖς: διπλασίονάς τε γὰρ ὧν ἔλαβεν ἐποίησε καὶ λύκος οὐδὲ μίαν ἥρπασε, καὶ ἦσαν πιότεραι τῶν οἰῶν: βουλόμενος δὲ προθυμότερον αὐτὸν γενέσθαι πρὸς τὸν γάμον πᾶσαν θεραπείαν καὶ προθυμίαν προσέφερεν, ἐξάγων τε αὐτὰς πάνυ ἕωθεν καὶ ἀπάγων τὸ δειλινόν. [4] Δὶς ἡγεῖτο ἐπὶ πότον: ἀνεζήτει τὰ εὐνομώτατα τῶν χωρίων: ἐμέλησεν αὐτῷ καὶ σκαφίδων καινῶν καὶ γαυλῶν πολλῶν καὶ ταρσῶν μειζόνων: τοσαύτη δὲ ἦν κηδεμονία, ὥστε καὶ τὰ κέρατα ἤλειφε καὶ τὰς τρίχας ἐθεράπευε. [5] Πανὸς ἄν τις ἱερὰν ἀγέλην ἔδοξεν ὁρᾶν. Ἐκοινώνει δὲ παντὸς εἰς αὐτὰς καμάτου καὶ Χλόη, καὶ τῆς ποίμνης παραμελοῦσα [p. 307] τὸ πλέον ἐκείναις ἐσχόλαζεν, ὥστε ἐνόμιζεν Δάφνις δἰ ἐκείνην αὐτὰς φαίνεσθαι καλάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: