[2] Καὶ ἐπεὶ καιρὸς ἦν, ἰακχάσαντες καὶ εὐάσαντες προύπεμπον τὸν Δάφνιν, πλήσαντες αὐτοῦ τὴν πήραν κρεῶν καὶ ἄρτων. Ἔδωκαν δὲ καὶ τὰς φάττας καὶ τὰς κίχλας Λάμωνι καὶ Μυρτάλῃ κομίζειν, ὡς αὐτοὶ θηράσοντες ἄλλας, ἔστ̓ ἂν ὁ χειμὼν μένῃ καὶ ὁ κιττὸς μὴ λείπῃ.