previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


25.

χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγιγνώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα δύνασθαι κρίνειν, λογιζόμενον τὰς δυνάμιας αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν.

χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων αἰεὶ ἐπιδημεύντων ταχέως ἐνθυμέεσθαι, τήν τε τῆς ὥρης κατάστασιν.

εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων, καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάση ὥρῃ τά τε κακὰ κακὸν σημαίνει, καὶ τὰ χρηστὰ ἀγαθὸν, ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα.

ἐξ ὧν χρὴ εἰδέναι ὅτι ἔν γε τοῖς αὐτέοισι χωρίοισιν οὐδὲν δεινὸν τὸ μὴ οὐ τὰ πολλαπλάσια αὐτέων ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται.

Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος οὔνομα, τι μὴ τυγχάνῃ ἐνθάδε γεγραμμένον: πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισι κρίνεται, γνώσῃ τοῖσιν αὐτέοισι σημείοισιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: