previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΠΕΡΙ ΑΡΘΡΩΝ


1.

ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθάνον, τὸν ἐς τὴν μασχάλην: ἄνω δὲ οὐδέποτε εἶδον, οὐδὲ ἐς τὸ ἔξω: οὐ μέντοι διισχυριείω ἔγωγε, εἰ ὀλισθάνοι ἂν, οὒ, καίπερ ἔχων περὶ αὐτοῦ τι λέγω.

ἀτὰρ οὐδὲ ἐς τὸ ἔμπροσθεν οὐδέπω ὄπωπα, τι ἔδοξέ μοι ὠλισθηκέναι.

τοῖσι μέντοι ἰητροῖσι δοκέει κάρτα ἐς τοὔμπροσθεν ὀλισθάνειν, καὶ μάλιστα ἐξαπατέονται ἐν τουτέοισιν, ὧν ἂν φθίσις καταλάβῃ τὰς σάρκας τὰς περὶ τὸ ἄρθρον τε καὶ τὸν βραχίονα: φαίνεται γὰρ ἐν τοῖσι τοιουτέοισι παντάπασιν κεφαλὴ τοῦ βραχίονος ἐξέχουσα ἐς τοὔμπροσθεν.

καὶ ἔγωγέ ποτε τὸ τοιοῦτον οὐ φὰς ἐκπεπτωκέναι, ἤκουσα φλαύρως ὑπό τε τῶν ἰητρῶν, ὑπό τε τῶν δημοτέων, διὰ τοῦτο τὸ πρῆγμα: ἐδόκεον γὰρ αὐτοῖσιν ἠγνοηκέναι μοῦνος, οἱ δὲ ἄλλοι ἐγνωκέναι, καὶ οὐκ ἠδυνάμην αὐτοὺς ἀναγνῶσαι,

εἰ μὴ μόλις, ὅτι τόδ᾽ ἐστὶ τοιόνδε: εἴ τις τοῦ βραχίονος ψιλώσειε μὲν τῶν σαρκέων τὴν ἐπωμίδα, ψιλώσειε δὲ μῦς ἀνατείνει, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην καὶ τὴν κληῗδα πρὸς τὸ στῆθος ἔχοντα, φαίνοιτο ἂν κεφαλὴ τοῦ βραχίονος ἐς τοὔμπροσθεν ἐξέχουσα ἰσχυρῶς, καίπερ οὐκ ἐκπεπτωκυῖα: πέφυκε γὰρ ἐς τοὔμπροσθεν προπετὴς κεφαλὴ τοῦ βραχίονος: τὸ δ᾽ ἄλλο ὀστέον τοῦ βραχίονος ἐς τὸ ἔξω καμπύλον.

Ὁμιλέει δὲ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλάγιος, ὅταν παρὰ τὰς πλευρὰς παρατεταμένος ἔῃ: ὅταν μέντοι ἐς τοὔμπροσθεν ἐκτανυσθῇ ξύμπασα χεὶρ, τότε κεφαλὴ τοῦ βραχίονος κατ᾽ ἴξιν τῆς ὠμοπλάτης τῷ κοίλῳ γίνεται, καὶ οὐκ ἔτι ἐξέχειν ἐς τοὔμπροσθεν φαίνεται.

περὶ οὗ οὖν λόγος, οὐδέποτε εἶδον οὐδὲ ἐς τοὔμπροσθεν ἐκπεσόν: οὐ μὴν ἰσχυριείω γε οὐδὲ περὶ τούτου, εἰ μὴ ἐκπέσοι ἂν οὕτως, οὔ.

ὅταν οὖν ἐκπέσῃ βραχίων ἐς τὴν μασχάλην, ἅτε πολλοῖσιν ἐκπίπτοντος, πολλοὶ ἐπίστανται ἐμβάλλειν: εὐπαίδευτον δέ ἐστι τὸ εἰδέναι πάντας τοὺς τρόπους, οἷσιν οἱ ἰητροὶ ἐμβάλλουσι, καὶ ὡς ἄν τις αὐτοῖσι τοῖσι τρόποισι τούτοισι κάλλιστα χρῷτο.

χρέεσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρόπων, ἢν τὴν ἰσχυρονάτην ἀνάγκην ὁρᾷς: κράτιστος δὲ ὕστατος γεγραψόμενος.


2.

Ὅσοισι μὲν οὖν πυκινὰ ἐκπίπτει ὦμος, ἱκανοὶ ὡς ἐπὶ τὸ

πλεῖστον αὐτοὶ σφίσιν αὐτοῖσιν ἐμβάλλειν εἰσίν: ἐνθέντες γὰρ τῆς ἑτέρης χειρὸς τοὺς κονδύλους ἐς τὴν μασχάλην, ἀναγκάζουσιν ἄνω τὸ ἄρθρον, τὸν δὲ ἀγκῶνα παράγουσιν ἐπὶ τὸ στῆθος.

τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ἰητρὸς ἂν ἐμβάλλοι, εἰ αὐτὸς μὲν ὑπὸ τὴν μασχάλην ἐσωτέρω τοῦ ἄρθρου τοῦ ἐκπεπτωκότος ὑποτείνας τοὺς δακτύλους, ἀπαναγκάζοι ἀπὸ τῶν πλευρέων, ἐμβάλλων τὴν ἑωυτοῦ κεφαλὴν ἐς τὸ ἀκρώμιον, ἀντερείσιος ἕνεκα, τοῖσι δὲ γούνασι παρὰ τὸν ἀγκῶνα ἐς τὸν βραχίονα ἐμβάλλων, ἀντωθέοι πρὸς τὰς πλευράς: ξυμφέρει δὲ κρατερὰς τὰς χεῖρας ἔχειν τὸν ἐμβάλλοντα.

αὐτὸς μὲν τῇσι χερσὶ καὶ τῇ κεφαλῇ οὕτω ποιοίη, ἄλλος δέ τις τὸν ἀγκῶνα παράγοι παρὰ τὸ στῆθος.

ἐστὶ δὲ ἐμβολὴ ὤμου, καὶ ἐς τοὐπίσω ὑπερβάλλοντα τὸν πῆχυν ἐπὶ τὴν Ρ῾άχιν, ἔπειτα τῇ μὲν ἑτέρῃ χειρὶ ἀνακλᾷν ἐς τὸ ἄνω τοῦ ἀγκῶνος ἐχόμενον, τῇ δὲ ἑτέρῃ παρὰ τὸ ἄρθρον ὄπισθεν ἐρείδειν.

αὕτη ἐμβολὴ, καὶ πρόσθεν εἰρημένη, οὐ κατὰ φύσιν ἐοῦσαι, ὅμως ἀμφισφάλλουσαι τὸ ἄρθρον, ἀναγκάζουσιν ἐμπίπτειν.


3.

οἱ δὲ τῇ πτέρνῃ πειρώμενοι ἐμβάλλειν, ἐγγύς τι τοῦ κατὰ φύσιν ἀναγκάζουσιν: χρὴ δὲ τὸν μὲν ἄνθρωπον χαμαὶ κατακλῖναι ὕπτιον, τὸν δὲ ἐμβάλλοντα χαμαὶ ἵζεσθαι ἐφ᾽ ὁκότερα ἂν τὸ ἄρθρον ἐκπεπτώκῃ: ἔπειτα λαβόμενον τῇσι χερσὶ τῇσιν ἑωυτέου τῆς χειρὸς τῆς σιναρῆς, κατατείνειν αὐτὴν, τὴν δὲ πτέρνην ἐς τὴν μασχάλην

ἐμβάλλοντα ἀντωθέειν, τῇ μὲν δεξιῇ ἐς τὴν δεξιὴν, τῇ δὲ ἀριστερῇ ἐς τὴν ἀριστερήν.

δεῖ δὲ ἐς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρμόσσον: ἐπιτηδειόταται δὲ αἱ πάνυ σμικραὶ σφαῖραι καὶ σκληραὶ, οἷαι ἐκ τῶν πολλῶν σκυτέων Ρ῾άπτονται: ἢν γὰρ μή τι τοιοῦτον ἐγκέηται, οὐ δύναται πτέρνη ἐξικνέεσθαι πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος: κατατεινομένης γὰρ τῆς χειρὸς, κοιλαίνεται μασχάλη: οἱ γὰρ τένοντες οἱ ἔνθεν καὶ ἔνθεν τῆς μασχάλης, ἀντισφίγγοντες, ἐναντίοι εἰσίν.

χρὴ δέ τινα ἐπὶ θάτερα τοῦ κατατεινομένου καθήμενον κατέχειν κατὰ τὸν ὑγιέα ὦμον, ὡς μὴ περιέλκηται τὸ σῶμα, τῆς χειρὸς τῆς σιναρῆς ἐπὶ θάτερα τεινομένης: ἔπειτα ἱμάντος μαλθακοῦ πλάτος ἔχοντος ἱκανὸν, ὅταν σφαίρη ἐντεθῇ ἐς τὴν μασχάλην, περὶ τὴν σφαίρην περιβεβλημένου τοῦ ἱμάντος, καὶ κατέχοντος, λαβόμενον ἀμφοτερέων τῶν ἀρχέων τοῦ ἱμάντος, ἀντικατατείνειν τινὰ, ὑπὲρ κεφαλῆς τοῦ κατατεινομένου καθήμενον, τῷ ποδὶ προσβάντα πρὸς τοῦ ἀκρωμίου τὸ ὀστέον.

δὲ σφαίρη ὡς ἐσωτάτω καὶ ὡς μάλιστα πρὸς τῶν πλευρέων κείσθω, καὶ μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ βραχίονος.


4.

ἔστι δὲ καὶ ἄλλη ἐμβολὴ, κατωμίζουσιν ἐς ὀρθόν: μείζω μέντοι εἶναι χρὴ τὸν κατωμίζοντα, διαλαβόντα δὲ τὴν χεῖρα, ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ὑπὸ τὴν μασχάλην ὀξύν: κἄπειτα

ὑποστρέψαι, ὡς ἂν ἐνίζηται ἕδρῃ, οὕτω στοχασάμενον ὅκως ἀμφὶ τὸν ὦμον τὸν ἑωυτοῦ κρεμάσαι τὸν ἄνθρωπον κατὰ τὴν μασχάλην: αὐτὸς δὲ ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιεέτω, ἐπὶ τὸν ἕτερον: τοῦ δὲ κρεμαμένου τὸν βραχίονα πρὸς τὸ ἑωυτοῦ στῆθος προσαναγκαζέτω ὡς τάχιστα: ἐν τούτῳ δὲ τῷ σχήματι προσανασειέτω, ὁκόταν μετεωρίσῃ τὸν ἄνθρωπον, ὡς ἀντιῤΡ῾έποι τὸ ἄλλο σῶμα αὐτῷ, ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου: ἢν δὲ ἄγαν κοῦφος ἔῃ ἄνθρωπος, προσεπικρεμασθήτω τούτου ὄπισθέν τις κοῦφος παῖς.

αὗται δὲ αἱ ἐμβολαὶ πᾶσαι κατὰ παλαίστρην εὔχρηστοί εἰσιν, ὅτι οὐδὲν ἀλλοίων ἀρμένων δέονται ἐπεισενεχθῆναι: χρήσαιτο δ᾽ ἄν τις καὶ ἄλλοθι.


5.

ἀτὰρ καὶ οἱ περὶ τὸ ὕπερον ἀναγκάζοντες, ἐγγύς τι τοῦ κατὰ φύσιν ἐμβάλλουσιν: χρὴ δὲ τὸ μὲν ὕπερον κατειλίχθαι ταινίῃ τινὶ μαλθακῇ ῾ἧσσον γὰρ ἂν ὑπολισθάνοἰ, ὑπηναγκάσθαι δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος: καὶ ἢν μὲν βραχὺ ἔῃ τὸ ὕπερον, καθῆσθαι χρὴ τὸν ἄνθρωπον ἐπί τινος, ὡς μόλις

τὸν βραχίονα περιβάλλειν δύνηται περὶ τὸ ὕπερον: μάλιστα δὲ ἔστω μακρότερον τὸ ὕπερον, ὡς ἂν ἑστεὼς ἄνθρωπος κρέμασθαι μικροῦ δέῃ ἀμφὶ τῷ ξύλῳ.

κἄπειτα μὲν βραχίων καὶ πῆχυς παρατεταμένος παρὰ τὸ ὕπερον ἔστω, τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταταγκαζέτω τις, περιβάλλων κατὰ τὸν αὐχένα παρὰ τὴν κληῗδα τὰς χεῖρας.

αὕτη ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστὶ, καὶ ἐμβάλλειν δύναται, ἢν χρηστῶς σκευάσωνται αὐτήν.


6.

ἀτὰρ καὶ διὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη, καὶ ἔτι βελτίων, ὅτι ἀσφαλεστέρως ἂν τὸ σῶμα, τὸ μὲν τῇ, τὸ δὲ τῇ, ἀντισηκωθείη μετεωρισθέν: περὶ γὰρ τὸ ὑπεροειδὲς ὦμος ἢν καὶ καταπεπήγῃ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος τῇ, τῇ: χρὴ μέντοι, καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι ἄνωθεν στρογγύλον ἐναρμόσσον ἐς τὸ κοῖλον τῆς μασχάλης, προσδιαναγκάσει τὴν κεφαλὴν τοῦ βραχίονος ἐς τὴν φύσιν ἀπιέναι.


7.

κρατίστη μέντοι πασέων τῶν ἐμβολέων τοιήδε: ξύλον χρὴ εἶναι, πλάτος μὲν ὡς πενταδάκτυλον, τετραδάκτυλον τὸ ἐπίπαν, πάχος δὲ ὡς διδάκτυλον, καὶ λεπτότερον, μῆκος δὲ δίπηχυ, ὀλίγῳ ἔλασσον: ἔστω δὲ ἐπὶ θάτερα τὸ ἄκρον περιφερὲς καὶ στενότατον ταύτῃ καὶ λεπτότατον: ἄμβην δὲ ἐχέτω, σμικρὸν

ὑπερέχουσαν, ἐπὶ τῷ ὑστάτῳ τοῦ περιφερέος, ἐν τῷ μέρεϊ, μὴ τῷ πρὸς τὰς πλευρὰς, ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος ἔχοντι, ὡς ὑφαρμόσειε τῇ μασχάλῃ παρὰ τὰς πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενον: ὀθονίῳ δὲ ταινίῃ μαλθακῇ κατακεκολλήσθω ἄκρον τὸ ξύλον, ὅκως προσηνέστερον ἔῃ.

ἔπειτα χρὴ ὑπώσαντα τὴν κεφαλὴν τοῦ ξύλου ὑπὸ τὴν μασχάλην ὡς ἐσωτάτω μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος, τὴν δὲ ὅλην χεῖρα πρὸς τὸ ξύλον κατατείναντα, προσκαταδῆσαι κατά τε τὸν βραχίονα, κατά τε τὸν πῆχυν, κατά τε τὸν καρπὸν τῆς χειρὸς, ὡς ἂν ἀτρεμέῃ ὅτι μάλιστα: περὶ παντὸς δὲ χρὴ ποιέεσθαι, ὅκως τὸ ἄκρον τοῦ ξύλου ὡς ἐσωτάτω τῆς μασχάλης ἔσται, ὑπερβεβηκὸς τὴν κεφαλὴν τοῦ βραχίονος.

ἔπειτα χρὴ μεσηγὺ δύο στύλων στρωτῆρα πλάγιον εὖ προσδῆσαι, ἔπειτα ὑπερενεγκεῖν τὴν χεῖρα ξὺν τῷ ξύλῳ ὑπὲρ τοῦ στρωτῆρος, ὅκως μὲν χεὶρ ἐπὶ θάτερα ἔῃ, ἐπὶ θάτερα δὲ τὸ σῶμα, κατὰ δὲ τὴν μασχάλην στρωτήρ: κἄπειτα ἐπὶ μὲν θάτερα τὴν χεῖρα καταναγκάζειν ξὺν τῷ ξύλῳ περὶ τὸν στρωτῆρα, ἐπὶ θάτερα δὲ τὸ ἄλλο σῶμα.

ὕψος δὲ ἔχων στρωτὴρ προσδεδέσθω, ὥστε μετέωρον τὸ ἄλλο σῶμα εἶναι ἐπ᾽ ἄκρων τῶν ποδῶν.

οὗτος τρόπος παραπολὺ κράτιστος ἐμβολῆς ὤμου: δικαιότατα μὲν γὰρ μοχλεύει, ἢν μοῦνον ἐσωτέρω ἔῃ τὸ ξύλον τῆς κεφαλῆς τοῦ βραχίονος: δικαιόταται δὲ αἱ ἀντιῤΡ῾οπαὶ,

ἀσφαλέες δὲ τῷ ὀστέῳ τοῦ βραχίονος.

τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει θᾶσσον, ὡς ἄν τις οἴοιτο, πρὶν καὶ κατατετάσθαι δοκέειν: ἀτὰρ καὶ τὰ παλαιὰ μούνη αὕτη τῶν ἐμβολέων οἵη τε ἐμβιβάσαι, ἢν μὴ ἤδη ὑπὸ χρόνου σὰρξ μὲν ἐπεληλύθῃ ἐπὶ τὴν κοτύλην, δὲ κεφαλὴ τοῦ βραχίονος ἤδη τρίβον ἑωυτῇ πεποιημένη ἔῃ ἐν τῷ χωρίῳ, ἵνα ἐξεκλίθη: οὐ μὴν ἀλλ᾽ ἐμβάλλειν γάρ μοι δοκέει καὶ οὕτω πεπαλαιωμένον ἔκπτωμα τοῦ βραχίονος ῾τί γὰρ ἂν δικαίη μόχλευσις οὐχὶ κινήσειε;᾿, μένειν μέντοι οὐκ ἄν μοι δοκέοι κατὰ χώρην, ἀλλ᾽ ὀλισθάνοι ἂν ὡς τὸ ἔθος.

τὸ αὐτὸ δὲ ποιέει καὶ περὶ κλιμακτῆρα καταναγκάζειν, τοῦτον τὸν τρόπον σκευάσαντα.

πάνυ μὴν ἱκανῶς ἔχει, καὶ περὶ μέγα ἕδος θεσσαλικὸν ἀναγκάζειν, ἢν νεαρὸν ἔῃ τὸ ὀλίσθημα: ἐσκευάσθαι μέντοι χρὴ τὸ ξύλον οὕτως, ὥσπερ εἴρηται: ἀτὰρ τὸν ἄνθρωπον καθίσαι πλάγιον ἐπὶ τῷ δίφρῳ: κἄπειτα τὸν βραχίονα ξὺν τῷ ξύλῳ ὑπερβάλλειν ὑπὲρ τοῦ ἀνακλισμοῦ, καὶ ἐπὶ μὲν θάτερα τὸ σῶμα καταναγκάζειν, ἐπὶ δὲ θάτερα τὸν βραχίονα σὺν τῷ ξύλῳ.

τὸ αὐτὸ δὲ ποιέει καὶ ὑπὲρ δίκλειδος θύρης

ἀναγκάζειν.

χρέεσθαι δὲ χρὴ αἰεὶ τούτοισιν, ἂν τύχῃ παρεόντα.


8.

εἰδέναι μὲν οὖν χρὴ, ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ Ρ῾ηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα: διενέγκοι μὲν γὰρ ἄν τι κα κοτύλη κοτύλης, μὲν εὐυπέρβατος ἐοῦσα, δὲ ἧσσον: πλεῖστον δὲ διαφέρει καὶ τῶν νεύρων σύνδεσμος, τοῖσι μὲν ἐπιδόσιας ἔχων, τοῖσι δὲ ξυντεταμένος ἐών.

καὶ γὰρ ὑγρότης τοῖσιν ἀνθρώποισι γίνεται ἐκ τῶν ἄρθρων, διὰ τῶν νεύρων τὴν ἀπάρτισιν, ἢν χαλαρά τε ἔῃ φύσει, καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ: συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε, ὁπόταν ἐθέλωσι, τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίσταται ἀνωδύνως, καὶ καθίσταται ἀνωδύνως.

διαφέρει μέντοι τι καὶ σχέσις τοῦ σώματος: τοῖσι μὲν γὰρ εὖ ἔχουσι τὸ γυῖον καὶ σεσαρκωμένοισιν ἐκπίπτει τε ἧσσον, ἐμπίπτει τε χαλεπώτερον: ὅταν δὲ αὐτοὶ σφέων αὐτῶν λεπτότεροι καὶ ἀσαρκότεροι ἔωσι, τότε ἐκπίπτει τε μᾶλλον, ἐμπίπτει τε Ρ῾ᾷον.

σημήϊον δὲ, ὅτι ταῦτα οὕτως ἔχει, καὶ τόδε: τοῖσι γὰρ βουσὶ τότε ἐκπίπτουσι μᾶλλον οἱ μηροὶ ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ σφέων

αὐτῶν λεπτότατοι ἔωσιν: γίνονται δὲ βόες λεπτότατοι, τοῦ χειμῶνος τελευτῶντος: τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα, εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι: δεῖ δέ: καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει, ὅτι πάντων τῶν προβάτων βόες μάλιστα πονέουσι ταύτην τὴν ὥρην, καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται.

τούτοισι τοίνυν ἐκπίπτει μάλιστα: οὗτοι γὰρ μάλιστα λεπτύνονται.

τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχείην τὴν ποίην βόσκεσθαι: βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται: τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἄνω γνάθος: βοϊ δὲ παχείη μὲν προβολὴ τοῦ χείλεος, παχείη δὲ καὶ ἀμβλεῖα ἄνω γνάθος: διὰ ταῦτα ὑποβάλλειν ὑπὸ τὰς βραχείας ποίας οὐ δύναται.

τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφόδοντα ἐόντα, δύναται μὲν σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχείην ποίην ὑποβάλλειν τοὺς ὀδόντας, καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ ποίῃ μᾶλλον, τῇ βαθείῃ: καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη βραχείη ποίη τῆς βαθείης, ποτὶ καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην.

διὰ τοῦτο οὖν ἐποίησεν ὧδε τάδε τὰ ἔπη: [Ω῾ς δ᾽ ὁπότ᾽ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν], ὅτι ἀσμενωτάτη αὐτοῖσιν βαθείη ποίη φαίνεται.

ἀτὰρ καὶ ἄλλως βοὺς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο ἔχει μᾶλλον τῶν ἄλλων ζώων: διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλλον τῶν ἄλλων ζώων, καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηραλέον ἔῃ.

διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοϊ μάλιστα: πλείω δὲ γέγραπται περὶ αὐτέου, ὅτι πάντων τῶν προειρημένων ταῦτα μαρτύριά ἐστιν.

περὶ οὗ οὖν λόγος, τοῖσιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, καὶ θᾶσσον ἐμπίπτει, τοῖσι σεσαρκωμένοισιν: καὶ ἧσσον ἐπιφλεγμαίνει τοῖσιν ὑγροῖσιν καὶ τοῖσιν ἀσάρκοισιν, τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισιν, καὶ ἧσσόν γε δέδεται ἐς τὸν ἔπειτα χρόνον: ἀτὰρ καὶ μύξα πλείων ὑπείη τοῦ μετρίου μὴ ξὺν φλεγμονῇ, καὶ οὕτως ἂν ὀλισθηρὸν εἴη: μυξωδέστερα γὰρ τοὐπίπαν τὰ ἄρθρα τοῖσιν ἀσάρκοισιν, τοῖσι σεσαρκωμένοισίν ἐστιν: καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελιμαγχημένων, αἱ τῶν λεπτῶν, μυξωδέστεραί εἰσιν, αἱ τῶν παχέων.

Ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον: διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν, εἰ μή τι πλέον, ἔλασσον φλεγμονῆς ὑπεγένετο.


9.

οἷσι μὲν οὖν, ὅταν ἐμπέσῃ τὸ ἄρθρον, μὴ ἐπιφλεγμαίνει τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται, οὗτοι μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελέεσθαι: ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων: τοῖσι τοιούτοισι γὰρ ἐκπίπτει καὶ αὖθις μᾶλλον, οἷσιν ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα.

τοῦτο κατὰ πάντα τὰ ἄρθρα οὕτως ἔχει, καὶ μάλιστα κατ᾽ ὦμον καὶ κατὰ γόνυ: μάλιστα γὰρ οὖν ὀλισθάνει ταῦτα.

οἷσι δ᾽ ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα, οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ: κωλύει γὰρ ὀδύνη καὶ ξύντασις τῆς φλεγμονῆς.

τοὺς οὖν τοιούτους ἰῆσθαι χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ἐπιδέοντα: ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλθακὸν, καθαρὸν ξυνειλίσσοντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακωχέῃ δὲ τὸ ἄρθρον: τὸν δὲ βραχίονα ἐς τὸ ἄνω Ρ῾έποντα ἴσχειν χρὴ τὰ πλεῖστα: οὕτω γὰρ ἂν ἑκαστάτω εἴη τοῦ χωρίου, ἐς ὤλισθεν κεφαλὴ τοῦ ὤμου.

χρὴ δὲ, ὅταν ἐπιδησῃς τὸν ὦμον, ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ, κύκλῳ περὶ τὸ σῶμα περιβάλλοντα.

χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχαίως καὶ λιπαρῶς.

πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰητρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος: ἀπὸ γὰρ τοῦ αὐτέου ὀνόματος οὐ τωὐτὸ

ἀποβαίνει: καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις, χαλαρώτερον τοῦ καιροῦ ἐὸν, καὶ λύσειεν ἄρθρον, σκληρότερον τοῦ καιροῦ ἐόν: ἀλλὰ διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ.

τὸν γοῦν τοιοῦτον ὦμον μαλθακῇσι ξυμφέρει τῇσι χερσὶν ἀνατρίβειν, καὶ ἄλλως πρηέως: τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινῆσαι.

καθίσταται δὲ πάντα, τὰ μὲν ἐν πλείονι χρόνῳ, τὰ δ᾽ ἐν ἐλάσσονι.


10.

γινώσκειν δὲ, εἰ ἐκπέπτωκεν βραχίων, τοισίδε χρὴ τοῖσι σημείοισιν: τοῦτο μὲν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι, καὶ τὰς χεῖρας, καὶ τὰ σκέλεα, παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιέϊ πρὸς τὸ μὴ ὑγιὲς, καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα ῾ἄλλοι γὰρ ἄλλων μᾶλλον ἔξαρθροι πεφύκασιν̓, ἀλλὰ τὰ αὐτοῦ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ἔῃ τὸ ὑγιὲς τῷ κάμνοντι.

καὶ τοῦτο εἴρηται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ πολλήν: διὰ τὰ τοιαῦτα, καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν: πολλοὶ γὰρ ὑπὸ ὀδύνης, καὶ ὑπ᾽ ἀλλοίης προφάσιος, οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται

ἐς τὰ ὅμοια σχήματα καθίστασθαι ἐς οἷά περ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται: προσξυνιέναι μὲν οὖν, καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρή.

ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος τοῦ ὑγιέος: τοῦτο δὲ, ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον, καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω χωρίον: παραξύνεσιν μὴν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ᾽ ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστιν: τοῦτο δὲ, τοῦ ἐκπεπτωκότος ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων, τοῦ ἑτέρου: εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ: τοῦτο δὲ, ἄνω τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μάλα δύνανται, ὥσπερ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως.

τά τε οὖν σημήϊα ταῦτά ἐστιν ὤμου ἐκπεπτωκότος: αἵ τε ἐμβολαὶ αἱ γεγραμμέναι, αἵ τε ἰητρεῖαι αὗται.


11.

ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους: πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησανδιὰ ταύτην τὴν ξυμφορὴν, τἄλλα πάντα ἀξιόχρεοι ἐόντες: πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο, καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορήν: ἅμα δὲ ἐπάξιον καὶ διὰ τοῦτο, ὅτι οὐδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲ ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας.

συχνοὶ γὰρ ἤδη ἰητροὶ

ἔκαυσαν ὤμους ἐκπίπτοντας, κατά τε τὴν ἐπωμίδα, κατά τε τὸ ἔμπροσθεν, κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τοὔπισθεν ὀλίγον τῆς ἐπωμίδος: αὗται οὖν αἱ καύσιες, εἰ μὲν ἐς τὸ ἄνω ἐξέπιπτεν βραχίων, ἐς τοὔμπροσθεν, ἐς τοὔπισθεν, ὀρθῶς ἂν ἔκαιον: νῦν δὲ δὴ, ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐκβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον, κωλύουσιν: ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης τὴν κεφαλὴν τοῦ βραχίονος.

χρὴ δὲ ὧδε καίειν ταῦτα: ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ᾽ αὐτὴν τὴν ἴξιν μάλιστα, καθ᾽ ἣν κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει: ἔπειτα οὕτως ἀφελκυσάμενον τὸ δέρμα διακαῦσαι ἐς τὸ πέρην.

σιδηρίοισι δὲ χρὴ ταῦτα καίειν, μὴ παχέσι, μηδὲ λίην φαλακροῖσιν, ἀλλὰ προμήκεσι ῾ταχυπορώτερα γὰῤ, καὶ τῇ χειρὶ ἐπερείδειν: χρὴ δὲ καὶ διαφανέσι καίειν, ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ δύναμιν: τὰ γὰρ παχέα, βραδέως περαιούμενα, πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται, καὶ κίνδυνος ἂν εἴη ξυῤΡ῾αγῆναι τὰς ὠτειλας: καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴσχιον δὲ καὶ ἀτεχνότερον.

ὅταν δὲ διακαύσῃς ἐς τὸ πέρην, τῶν μὲν πλείστων ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρεϊ τὰς ἐσχάρας ταύτας μόνας θεῖναι: ἢν δὲ μὴ κίνδυνος φαίνηται εἶναι ξυῤΡ῾αγῆναι τὰς ὠτειλὰς, ἀλλὰ πολὺ τὸ διὰ μέσου ἔῃ, ὑπάλειπτρον χρὴ λεπτὸν διέρσαι διὰ τῶν καυμάτων,

ἔτι ἀναλελαμμένου τοῦ δέρματος, οὐ γὰρ ἂν ἄλλως δύναιο διέρσαι: ἐπὴν δὲ διέρσῃς, ἀφεῖναι τὸ δέρμα, ἔπειτα μεσηγὺ τῶν ἐσχαρέων ἄλλην ἐσχάρην ἐμβάλλειν λεπτῷ σιδηρίῳ, καὶ διακαῦσαι, ἄχρις ἂν τῷ ὑπαλείπτρῳ ἐγκύρσῃ.

ὁκόσον δέ τι χρὴ τὸ δέρμα τὸ ἀπὸ τῆς μασχάλης ἀπολαμβάνειν, τοισίδε χρὴ τεκμαίρεσθαι: ἀδένες ὕπεισιν ἐλάσσους μείζους πᾶσιν ὑπὸ τῇ μασχάλῃ, πολλαχῆ δὲ καὶ ἄλλῃ τοῦ σώματος.

ἀλλὰ ἐν ἄλλῳ λόγῳ περὶ ἀδένων οὐλομελίης γεγράψεται, τι τέ εἰσι, καὶ οἷα ἐν οἵοισι σημαίνουσί τε καὶ δύνανται.

τοὺς μὲν οὖν ἀδένας οὐ χρὴ προσαπολαμβάνειν, οὐδ᾽ ὅσα ἐσωτέρω τῶν ἀδένων: μέγας γὰρ κίνδυνος: τοῖσι γὰρ ἐπικαιροτάτοισι τόνοισι γειτονεύονται: ὅσον δὲ ἐξωτέρω τῶν ἀδένων, ἐπιπλεῖστον ἀπολαμβάνειν: ἀσινέα γάρ.

γινώσκειν δὲ χρὴ. καὶ τάδε, ὅτι, ἢν μὲν ἰσχυρῶς τὸν βραχίονα ἀνατείνῃς, οὐ δυνήσῃ τοῦ δέρματος ἀπολαβεῖν οὐδὲν τοῦ ὑπὸ τῇ μασχάλῃ, τι καὶ ἄξιον λόγου: καταναισιμοῦται γὰρ ἐν τῇ ἀνατάσει: οἱ δ᾽ αὖ τόνοι, οὓς

οὐδεμιῇ μηχανῇ δεῖ τιτρώσκειν, οὗτοι πρόχειροι γίνονται καὶ κατατεταμένοι ἐν τούτῳ τῷ σχήματι: ἢν δὲ μικρὸν ἐπάρῃς τὸν βραχίονα, πολὺ μὲν τοῦ δέρματος ἀπολήψῃ, οἱ δὲ τόνοι, ὧν δεῖ προμηθέεσθαι, εἴσω καὶ πρόσω τοῦ χειρίσματος γίνονται.

ἆρ᾽ οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι, τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ᾽ ἑκάστοισιν; ταῦτα μὲν τὰ κατὰ τὴν μασχάλην, καὶ ἱκαναὶ αὐταὶ αἱ καταλήψιες, ἢν ὀρθῶς τεθῶσιν αἱ ἐσχάραι.

ἔκτοσθεν δὲ τῆς μασχάλης, δισσὰ μόνα ἐστὶ χωρία, ἵνα ἄν τις ἐσχάρας θείη, τιμωρεούσας τῷ παθήματι: μίαν μὲν ἐν τῷ ἔμπροσθεν μεσηγὺ τῆς τε κεφαλῆς τοῦ βραχίονος καὶ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην: καὶ ταύτῃ τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ, βαθύτερον δὲ οὐ χρή: φλέψ τε γὰρ παχείη πλησίη, καὶ νεῖρα,

ὧν οὐδέτερα θερμαντέα.

ἔξωθεν δ᾽ αὖ ἄλλην ἐσχάρην ἐνδέχεται ἐνθεῖναι ἀνωτέρω μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατωτέρω δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος: καὶ τὸ μὲν δέρμα τελέως χρὴ διακαίειν, βαθείην δὲ μηδὲ κάρτα ταύτην ποιέειν: πολέμιον γὰρ τὸ πῦρ νεύροισιν.

ἰητρεύειν μὲν οὖν χρὴ διὰ πάσης τῆς ἰητρείης τὰ ἕλκεα, μηδέποτε ἰσχυρῶς ἀνατείνοντα τὸν βραχίονα, ἀλλὰ μετρίως, ὅσον τῶν ἑλκέων ἐπιμελείης εἵνεκα: ἧσσον μὲν γὰρ ἂν διαψύχοιτο ῾ξυμφέρει γὰρ πάντα τὰ καύματα σκέπειν, ὡς ἐπιεικέως ἰητρεύεσθαἰ: ἧσσον δ᾽ ἂν ἐκπλίσσοιτο: ἧσσον δ᾽ ἂν αἱμοῤΡ῾αγοίη: ἧσσον δ᾽ ἂν σπασμὸς ἐπιγένοιτο.

ὅταν δὲ δὴ καθαρὰ γένηται τὰ ἕλκεα, ἐς ὠτειλάς τε ἴῃ, τότε δὴ καὶ παντάπασι χρὴ αἰεὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προσδεδέσθαι, καὶ νύκτα καὶ ἡμέρην: ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς: οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη, καὶ ἀποληφθείη εὐρυχωρίη, καθ᾽ ἣν μάλιστα ὀλισθάνει βραχίων.


12.

Ὅσοισι δ᾽ ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι, ἢν μὲν ἔτι ἐν αὐξήσει ἔωσιν, οὐκ ἐθέλει συναύξεσθαι τὸ ὀστέον τοῦ βραχίονος ὁμοίως τῷ ὑγιέϊ, ἀλλὰ αὔξεται μὲν ἐπί τι, βραχύτερον δὲ τοῦ ἑτέρου

γίνεται καὶ οἱ καλεομενοι δὲ ἐκ γενεῆς γαλιάγκωνες: διὰ δισσὰς ξυμφορὰς ταύτας γίνονται, ἤν τέ τι τοιοῦτον αὐτοὺς ἐξάρθρημα καταλάβῃ ἐν τῇ γαστρὶ ἐόντας, διά τε ἄλλην ξυμφορὴν, περὶ ἧς ὕστερόν ποτε γεγράψεται: ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται, καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται: καὶ ἤν τε τμηθῶσιν, ἤν τε καυθῶσιν, ἤν τε αὐτόματόν σφιν ἐκραγῇ, εὖ εἰδέναι χρὴ, ὅτι ταῦτα οὕτως ἔχει.

χρέεσθαι μέντοι τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες, οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς τὸν βραχίονα, ἐκτανύσαντες τὸν ἀγκῶνα, δύνανται, ἀλλὰ πολὺ ἐνδεεστέρως, τὴν ὑγιέα χεῖρα.

οἷσι δ᾽ ἂν ἤδη ἀνδράσιν ἐοῦσιν ἐκπέσῃ ὦμος, καὶ μὴ ἐμβληθῇ, ἐπωμὶς ἀσαρκοτέρη γίνεται, καὶ ἕξις λεπτὴ κατὰ τοῦτο τὸ μέρος: ὅταν μέντοι ὀδυνώμενοι παύσωνται, ὁκόσα μὲν δεῖ ἐργάζεσθαι ἐπάραντας τὸν ἀγκῶνα ἀπὸ τῶν πλευρέων ἐς τὸ πλάγιον, ταῦτα μὲν οὐ δύνανται ἅπαντα ὁμοίως ἐργάζεσθαι: ὁκόσα δὲ δεῖ ἐργάζεσθαι, παραφέροντας τὸν βραχίονα παρὰ τὰς πλευρὰς, ἐς τοὐπίσω, ἐς τοὔμπροσθεν, ταῦτα δὲ δύνανται ἐργάζεσθαι: καὶ γὰρ ἂν ἀρίδα ἑλκύσαιεν, καὶ

πρίονα, καὶ πελεκήσαιεν ἂν, καὶ σκάψαιεν ἂν, μὴ κάρτα ἄνω αἴροντες τὸν ἀγκῶνα, καὶ τἄλλα ὅσα ἐκ τῶν τοιούτων σχημάτων ἐργάζονται.


13.

Ὅσοισι δ᾽ ἂν τὸ ἀκρώμιον ἀποσπασθῇ, τουτέοισι φαίνεται ἐξέχον τὸ ὀστέον τὸ ἀπεσπασμένον: ἔστι δὲ τοῦτο ξύνδεσμος τῆς κληῗδος καὶ τῆς ὠμοπλάτης: ἑτεροίη γὰρ φύσις ἀνθρώπου ταύτῃ, τῶν ἄλλων ζώων.

οἱ οὖν ἰητροὶ μάλιστα ἐξαπατέονται ἐν τούτῳ τῷ τρώματι ῾ἅτε γὰρ ἀνασχόντος τοῦ ὀστέου τοῦ ἀποσπασθέντος, ἐπωμὶς φαίνεται χαμαιζήλη καὶ κοίλἠ, ὥστε καὶ προμηθέεσθαι τῶν ὤμων τῶν ἐκπεπτωκότων: πολλοὺς οὖν οἶδα ἰητροὺς, τἄλλα οὐ φλαύρους ἐόντας, οἳ πολλὰ ἤδη ἐλυμήναντο, ἐμβάλλειν πειρώμενοι τοὺς τοιούτους ὤμους, οὕτως οἰόμενοι ἐκπεπτωκέναι, καὶ οὐ πρόσθεν παύονται, πρὶν ἀπογνῶναι, ἀπορῆσαι, δοκέοντες αὐτοὶ σφέας αὐτοὺς ἐμβάλλειν τὸν ὦμον.

τούτοισιν ἰητρείη μὲν, ἥπερ καὶ τοῖσιν ἄλλοισιν τοῖσι τοιούτοισι, κηρωτὴ καὶ σπλῆνες καὶ ὀθόνια, καὶ ἐπίδεσις τοιαύτη.

καταναγκάζειν μέντοι τὸ ὑπερέχον χρὴ, καὶ τοὺς σπλῆνας κατὰ τοῦτο τιθέναι πλείστους, καὶ πιέζειν ταύτῃ μάλιστα, καὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι ποοσηρτημένον ἐς τὸ ἄνω μέρος ἔχειν: οὕτω γὰρ ἂν μάλιστα πλησιάζοι τὸ ἀπεσπασμένον.

τάδε μὴν εὖ εἰδέναι χρὴ, καὶ προλέγειν ὡς ἀσφαλέα, εἰ ἄλλως ἐθέλοις, ὅτι βλάβη μὲν οὐδεμίη, οὔτε σμικρὴ, οὔτε μεγάλη, τῷ ὤμῳ γίνεται ἀπὸ τούτου τοῦ τρώματος, αἴσχιον δὲ τὸ χωρίον: οὐδὲ γὰρ τοῦτο τὸ ὀστέον ἐς τὴν ἀρχαίην ἕδρην ὁμοίως ἂν

ἱδρυνθείη, ὥσπερ ἐπεφύκεεν, ἀλλ᾽ ἀνάγκη πλέον ἔλασσον ὀγκηρότερον εἶναι ἐς τὸ ἄνω.

οὐδὲ γὰρ ἄλλο ὀστέον οὐδὲν ἐς τωὐτὸ καθίσταται, τι ἂν κοινωνέον ἔῃ ἑτέρῳ ὀστέῳ, καὶ προσπεφυκὸς ἀποσπασθῇ ἀπὸ τῆς ἀρχαίης φύσιος.

ἀνώδυνον δὲ τὸ ἀκρώμιον ἐν ὀλίγῃσιν ἡμέρῃσι γίνεται, ἢν χρηστῶς ἐπιδέηται.


14.

κληϊς δὲ κατεαγεῖσα, ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐιητοτέρη ἐστίν: ἢν δὲ παραμηκέως, δυσιητοτέρη.

τἀναντία δὲ τούτοισίν ἐστιν, ὡς ἄν τις οἴοιτο: τὴν μὲν γὰρ ἀτρεκέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν: καὶ γὰρ εἰ πάνυ προμηθηθείη, τὸ ἀνωτέρω κατωτέρω ἂν ποιήσειε, σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει ἁρμοζούσῃ: εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ᾽ οὖν τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται.

ὧν δὲ ἂν παράμηκες τὸ ὀστέον κατεαγῇ, ἰκέλη ξυμφορὴ γίνεται τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρόσθεν γέγραπται: οὔτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ κάρτα ἐθέλει, τε ὑπερέχουσα ὄκρις τοῦ ὀστέου ὀξείη γίνεται κάρτα.

τὸ μὲν οὖν ξύμπαν, εἰδέναι χρὴ, ὅτι βλάβη οὐδεμίη τῷ ὤμῳ, οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται διὰ τὴν κάτηξιν τῆς κληῗδος, ἢν μὴ ἐπισφακελίσῃ: ὀλιγάκις δὲ τοῦτο γίνεται.

αἶσχός γε μὴν προσγίνεται περὶ τὴν κάτηξιν τῆς κληῗδος, καὶ τούτοισι τὸ πρῶτον αἴσχιστον, ἔπειτα μὴν

ἐπὶ ἧσσον γίνεται.

ξυμφύεται δὲ ταχέως κληϊς, καὶ τἄλλα πάντα ὅσα χαῦνα ὀστέα: ταχείην γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα.

ὅταν μὲν οὖν νεωστὶ κατεαγῇ, οἱ τετρωμένοι σπουδάζουσιν, οἰόμενοι μέζον τὸ κακὸν εἶναι, ὅσον ἐστίν: οἵ τε ἰητροὶ προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι: προϊόντος δὲ τοῦ χρόνου, οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι, οὐδὲ κωλυόμενοι οὔτε ὁδοιπορίης, οὔτε ἐδωδῆς, καταμελέουσιν: οἵ τε αὖ ἰητροὶ, ἅτε οὐ δυνάμενοι καλὰ τὰ χωρία ἀποδεικνύναι, ἀποδιδράσκουσι, καὶ οὐκ ἄχθονται τῇ ἀμελείῃ τῶν τετρωμένων: ἐν τούτῳ δὲ ἐπιπώρωσις ξυνταχύνεται.

ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παραπλήσιος τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσιν ἰητρεύειν: καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χειρίσματι, ὅτι τούς τε σπλῆνας πλείστους κατὰ τὸ ἐξέχον χρὴ τιθέναι, καὶ τοῖσιν ἐπιδέσμοισι πλείστοισι καὶ μάλιστα κατὰ τοῦτο πιέζειν.

Ἐἰσὶ δὲ δή τινες, οἳ ἐπεσοφίσαντο ἤδη μολύβδιον βαρὺ προσεπικαταδεῖν, ὡς καταναγκάζειν τὸ ὑπερέχον: ξυνιᾶσι μὲν οὖν ἴσως οὐδὲ οἱ ἁπλῶς ἐπιδέοντες: ἀτὰρ δὴ οὐδ᾽ οὗτος τρόπος κληῗδος κατήξιός ἐστιν: οὐ γὰρ δυνατὸν τὸ ὑπερέχον καταναγκάζεσθαι οὐδὲν, τι καὶ ἄξιον λόγου.

ἄλλοι δ᾽ αὖ τινές εἰσιν, οἵτινες, καταμαθόντες τοῦτο, ὅτι αὗται αἱ ἐπιδέσιες παράφοροί εἰσι καὶ οὐ

κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερέχοντα, ἐπιδέουσι μὲν αὐτοὺς, σπλήνεσι καὶ ὀθονίοισι χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι: ζώσαντες δὲ τὸν ἄνθρωπον ταινίῃ τινὶ, εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγματος, ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα, τὴν ἀρχὴν τοῦ ὀθονίου προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν, καὶ οὕτως ἐπιδέουσιν, ἐπὶ τὴν ἴξιν τῆς κληῗδος ἐπιτανύοντες, ἐς τοὔπισθεν ἄγοντες: κἄπειτα περιβάλλοντες περὶ τὸ ζῶσμα, ἐς τοὔμπροσθεν ἄγουσι, καὶ αὖθις ἐς τοὔπισθεν.

οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ᾽ αὐτὴν τὴν ἕδρην, καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάτηγμα.

ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεομένῳ δὲ ἄχρηστα: οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ᾽ εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως: ἀλλ᾽ ὅμως εἰ καὶ κατακείμενος τὸ σκέλος συγκάμψειεν, αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα κινέοιτο: ἄλλως τε ἀσηρὴ ἐπίδεσις: τε γὰρ ἕδρη ἀπολαμβάνεται, ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται: τά τε αὖ περὶ τὴν ζώνην περιβαλλόμενα, οὐχ οὕτως

ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκάσαι ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι, καὶ οὕτως ἀνάγκη ἂν εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα.

ἄγχιστα δ᾽ἄν τις δοκέοι ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλείστοισι τῶν ὀθονιων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι: οὕτω γὰρ ἂν μάλιστο τὰ: ἐπιδέσματα μόνιμά τε εἴη, καὶ ἀλλήλοισι τιμωρέοι.

τὰ μὲν οὖν πλεῖσταεἴρηται, ἅσσα καταλαμβάνει τοὺς τὴν κληῗδα καταγνυμένους.

Προσξυνιέναι δὲ καὶ τόδε χρὴ, ὅτι κληϊς ὡς ἐπὶ τὸ πολὺ κατάγνυται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον ἐς τὸ ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς ὀστέον ἐν τῷ κάτω μέρει εἶναι.

αἴτια δὲ τούτων τάδε, ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πολὺ, οὔτε ἀνωτέρω χωρήσειεν: σμικρὸς γὰρ κιγκλισμὸς τοῦ ἄρθρου τοῦ ἐν τῷ στήθεϊ: αὐτό τε γὰρ ἑωυτῷ ξυνεχές ἐστι τὸ στήθος, καὶ τῇ Ρ῾άχει: ἄγχιστα μὴν κληϊς πρὸς τὸ τοῦ ὤμου ἄρθρον πλοώδης ἐστίν: ἠνάγκασται γὰρ πυκινοκίνητος εἶναι

διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν.

ἄλλως τε, ὅταν τρωθῇ, φεύγει ἐς τὸ ἄνω μέρος τὸ πρὸς τῷ στήθει προσεχόμενον, καὶ οὐ μάλα ἐς τὸ κάτω μέρος ἀναγκάζεσθαι ἐθέλει: καὶ γὰρ πέφυκε κοῦφον, καὶ εὐρυχωρίη αὐτῷ ἄνω πλείων κάτω.

δὲ ὦμος, καὶ βραχίων, καὶ τὰ προσηρτημένα τούτοισιν εὐαπόλυτά ἐστιν ἀπὸ τῶν πλευρέων καὶ τοῦ στήθεος, καὶ διὰ τοῦτο δύναται καὶ ἀνωτέρω πολὺ ἀνάγεσθαι καὶ κατωτέρω ὅταν οὖν καταγῇ κληϊς, τὸ πρὸς τῷ ὤμῳ ὀστέον ἐς τὸ κατωτέρω ἐπιῤΡ῾έπει: ἐς τοῦτο γὰρ ἐπιφορώτερον αὐτὸ ἅμα τῷ ὤμῳ καὶ τῷ βραχίονι κάτω Ρ῾έψαι μᾶλλον, ἐς τὸ ἄνω.

ὁπότε οὖν ταῦτα τοιαῦτά ἐστιν, ἀξυνετέουσιν ὅσοι τὸ ὑπερέχον τοῦ ὀστέου ἐς τὸ κάτω καταναγκάσαι οἴονται.

ἀλλὰ δῆλον, ὅτι τὸ κάτω πρὸς τὸ ἄνω προσακτέον ἐστίν: τοῦτο γὰρ ἔχει κίνησιν, τοῦτο γάρ ἐστι καὶ τὸ ἀποστὰν ἀπὸ τῆς φύσιος.

δῆλον οὖν, ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο ῾αἱ γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον προσαναγκάζουσιν ἀπαναγκάζουσιν̓: εἰ δέ τις τὸν βραχίονα πρὸς τῇσι πλευρῇσιν ἐόντα ἀναγκάζοι ὡς μάλιστα ἄνω, ὡς ὅτι ὀξύτατος ὦμος φαίνηται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς, ὅθεν ἀπεσπάσθη.

εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως ξυναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίοι, ἰητρεύοι τε ἂν τάχιστα καὶ κάλλιστα.

κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν

ἐστιν: καὶ ἡμέραι ἱκαναὶ τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.


15.

εἰ μέντοι τινὶ ἐπὶ τἀναντία κληϊς κατεαγείη, οὐ μάλα γίνεται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος ὀστέον ὑποδεδυκέναι, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης ὀστέον ὑπερέχειν καὶ ἐποχέεσθαι ἐπὶ τοῦ ἑτέρου, οὐδεμιῆς μεγάλης ἰητρείης ταῦτά γ᾽ ἂν δέοιτο: αὐτὸς γὰρ ὦμος ἀφιέμενος καὶ βραχίων ἱδρύοι ἂν τὰ ὀστέα πρὸς ἄλληλα, καὶ φαύλη ἄν τις ἐπίδεσις ἀρκέοι, καὶ ὀλίγαι ἡμέραι τῆς πωρώσιος γένοιντ᾽ ἄν.


16.

εἰ δὲ μὴ κατεαγείη μὲν οὕτως, παρολισθάνοι δὲ ἐς τὸ πλάγιον τῇ τῇ, ἐς τὴν φύσιν μὲν ἀπαγαγεῖν ἂν δέοι, ἀναγαγόντα τὸν ὦμον σὺν τῷ βραχίονι, ὥσπερ καὶ πρόσθεν εἴρηται: ὅταν δὲ ἵζηται ἐς τὴν ἀρχαίην φύσιν, ταχείη ἂν ἄλλη ἰητρείη εἴη.

τὰ μὲν οὖν πλεῖστα τῶν παραλλαγμάτων κατορθοῖ αὐτὸς βραχίων ἀναγκαζόμενος πρὸς τὰ ἄνω.

ὅσα δὲ τῶν ἄνωθεν παρολισθάνοντα ἐς τὸ πλάγιον ἦλθεν, ἐς τὸ κατωτέρω, συμπορσύνοι ἂν τὴν κατόρθωσιν, εἰ μὲν ἄνθρωπος ὕπτιος κέοιτο, κατὰ δὲ τὸ μεσηγὺ τῶν ὠμοπλατέων ὑψηλότερόν τι ὀλίγῳ ὑποκέοιτο, ὡς περιῤΡ῾ηδὲς ἔῃ τὸ στῆθος ὡς μάλιστα: καὶ τὸν βραχίονα εἰ ἀνάγοι τις παρὰ τὰς πλευρὰς παρατεταμένον, δὲ ἰητρὸς τῇ μὲν ἑτέρῃ χειρὶ ἐς τὴν

κεφαλὴν τοῦ βραχίονος ἐμβαλὼν τὸ θέναρ τῆς χειρὸς ἀπωθέοι, τῇ δὲ ἑτέρῃ τὰ ὀστέα τὰ κατεηγότα εὐτεθίζοι, οὕτως ἂν μάλιστα ἐς τὴν φύσιν ἄγοι: ἀτὰρ, ὥσπερ ἤδη εἴρηται, οὐ μάλα τὸ ἄνωθεν ὀστέον ἐς τὸ κάτω φιλέει ὑποδύνειν.

τοῖσι μὲν οὖν πλείστοισιν, ὅταν ἐπιδεθῶσι, τὸ σχῆμα ἀρήγει, παρ᾽ αὐτὰς τὰς πλευρὰς τὸν ἀγκῶνα ἔχοντα, οὕτως ἐς τὸ ἄνω τὸν ὦμον ἀναγκάζεσθαι: ἔστι δ᾽ οἷσι μὲν τὸν ὦμον ἀναγκάζειν δεῖ ἐς τὸ ἄνω, ὡς εἴρηται, τὸν δὲ ἀγκῶνα πρὸς τὸ στῆθος παράγειν, ἄκρην δὲ τὴν χεῖρα παρὰ τὸ ἀκρώμιον τοῦ ὑγιέος ὤμου ἴσχειν.

ἢν μὲν οὖν κατακέεσθαι τολμᾷ, ἀντιστήριγμά τι προστιθέναι χρὴ, ὡς ἂν ὦμος ἀνωτάτω ἔῃ: ἢν δὲ περιίῃ, σφενδόνην χρὴ, ἐκ ταινίης περὶ τὸ ὀξὺ τοῦ ἀγκῶνος ποιήσαντα, ἀναλαμβάνειν περὶ τὸν αὐχένα.


17.

ἀγκῶνος δὲ ἄρθρον παραλλάξαν μὲν παραρθρῆσαν πρὸς πλευρὴν ἔξω, μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος, ἐς εὐθὺ κατατείναντα, τὸ ἐξέχον ἀπωθεῖν ὀπίσω καὶ ἐς τὸ πλάγιον.


18.

τὰ δὲ τελείως ἐκβάντα ἔνθα, ἔνθα, κατάτασις μὲν, ἐν

βραχίων κατεαγεὶς ἐπιδέεται: οὕτω γὰρ ἂν τὸ καμπύλον τοῦ ἀγκῶνος οὐ κωλύσει.

ἐκπίπτει δὲ μάλιστα ἐς τὸ πρὸς πλευρὰς μέρος.

τὰς δὲ κατορθώσιας, ἀπάγοντα ὅτι πλεῖστον, ὡς μὴ ψαύῃ τῆς κορώνης κεφαλὴ, μετέωρον περιάγειν, καὶ περικάμπτειν, καὶ μὴ ἐς εὐθὺ βιάζεσθαι, ἅμα δὲ ὠθέειν τἀναντία ἐφ᾽ ἑκάτερα, καὶ παρωθέειν ἐς χώρην: ξυνωφελοίη δ᾽ ἂν καὶ ἐπίστρεψις ἀγκῶνος ἐν τουτέοισιν, ἐν τῷ μὲν ἐς τὸ ὕπτιον, ἐν τῷ δὲ ἐς τὸ πρηνές.

ἴησις δὲ, σχήματος μὲν, ὀλίγῳ ἀνωτέρω ἄκρην τὴν χεῖρα τοῦ ἀγκῶνος ἔχειν, βραχίονα δὲ κατὰ πλευράς: οὕτω δὲ καὶ ἀνάληψις, καὶ θέσις, καὶ εὔφορον: καὶ φύσις, καὶ χρῆσις ἐν κοινῷ, ἢν ἄρα μὴ κακῶς πωρωθῇ: πωροῦται δὲ ταχέως.

ἴησις δὲ, ὀθονίοισι κατὰ τὸν νόμον τὸν ἀρθριτικὸν, καὶ τὸ ὀξὺ προσεπιδέειν.


19.

Παλιγκοτώτατον δὲ ἀγκὼν πυρετοῖσιν, ὀδύνῃ ἀσώδεϊ, ἀκρητοχόλῳ, ἀγκῶνος δὲ μάλιστα τοὐπίσω διὰ τὸ ναρκῶδες, δεύτερον δὲ τοὔμπροσθεν: ἴησις δὲ αὐτή: ἐμβολαὶ δὲ, τοῦ μὲν ὀπίσω, ἐκτείναντα κατατεῖναι: σημεῖον δέ: οὐ γὰρ δύνανται ἐκτείνειν: τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν: τουτέῳ δὲ ἐνθέντα

τι ξυνειλιγμένον σκληρὸν, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης.


20.

διαστάσιος δὲ ὀστέων σημήϊον, κατὰ τὴν φλέβα τὴν κατὰ τὸν βραχίονα σχιζομένην διαψαύοντι.


21.

ταῦτα δὲ ταχέως διαπωροῦται: ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω τοῦ σίνεος ὀστέα, πλεῖστον τὰ ἐγγύτατα τοῦ πήχεος, δεύτερον, χειρὸς, τρίτον, δακτύλων: βραχίων δὲ καὶ ὦμος, ἐγκρατέστερα διὰ τὴν τροφήν: δὲ ἑτέρη χεὶρ διὰ τὰ ἔργα ἔτι πλείω ἐγκρατεστέρη.

Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, ἔσωθεν: εἰ δὲ μὴ, ἐς τοὐναντίον, ἐξέπεσεν.


22.

ἀγκὼν δὲ ἢν ἔσω ἔξω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ τῷ πήχεϊ πρὸς βραχίονα: τὴν μὲν μασχάλην ἀναλαμβάνοντα ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποτιθέντα τι παρὰ τὸ ἄρθρον βάρος, ἐκκρεμάσαι, χερσὶ καταναγκάζειν: ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν: ἐπίδεσις ἐν τουτέῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις.


23.

τὰ δὲ ὄπισθεν, ἐξαίφνης ἐκτείνοντα, διορθοῦν τοῖσι θέναρσιν: ἅμα δὲ δεῖ ἐν τῇ διορθώσει καὶ ἐν τοῖσιν ἑτέροισιν.

ἢν δὲ

ἔμπροσθεν, ἀμφὶ ὀθόνιον ξυνειλιγμένον, εὔογκον, ξυγκάμπτοντα ἅμα διορθοῦν.


24.

ἢν δὲ ἑτεροκλινὲς ἔῃ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν.

τῆς δὲ μελέτης τῆς θεραπείης, κοινὸν τὸ σχῆμα καὶ ἐπίδεσις.

δύναται δὲ καὶ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν ἅπαντα.


25.

τῶν δὲ ἐμβολέων, αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος: αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων, τῇ, τῇ, ξὺν τῷ τάχει.


26.

χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἔσω, ἔξω, ἔσω δὲ τὰ πλεῖστα.

σημήϊα δὲ εὔσημα: ἢν μὲν εἴσω, ξυγκάμπτειν τοὺς δακτύλους οὐ δύνανται: ἢν δὲ ἔξω, ἐκτείνειν.

ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δὲ ἀντιτείνειν, τὸ δὲ ἐξέχον θέναρι, πτέρνῃ ἅμα ἀπωθέειν, πρόσω καὶ κάτωθεν

κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον μαλθακὸν ὑποθεὶς, ἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην.

ἴησις δὲ, ὀθονίοισιν.


27.

ὅλη δὲ χεὶρ ὀλισθάνει, ἔσω, ἔξω, ἔνθα, ἔνθα, μάλιστα δὲ εἴσω: ἔστι δ᾽ ὅτε καὶ ἐπίφυσις ἐκινήθη: ἔστι δ᾽ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη.

τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη: καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, χερσὶν ἐπὶ τραπέζης, πτέρνῃ.

Παλίγκοτα δὲ καὶ ἀσχήμονα: τῷ δὲ χρόνῳ κρατύνεται ἐς χρῆσιν.

ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ: καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι: ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, τὰ κατήγματα, καὶ καταχύσει πλείονι χρέεσθαι.


28.

ἐκ γενεῆς δὲ, βραχυτέρη χεὶρ γίνεται, καὶ μινύθησις σαρκῶν μάλιστα τἀναντία, τὸ ἔκπτωμα: ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.


29.

δακτύλου δὲ ἄρθρον, ὀλισθὸν μὲν, εὔσημον.

ἐμβολὴ δὲ, κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν:

ἴησις δὲ, ὀθονίοισιν.

μὴ ἐμπεσὸν δὲ, ἐπιπωροῦται ἔξωθεν Ἐκ γενεῆς δὲ ἐν αὐξήσει ἐξαρθρήσαντα, τὰ ὀστέα βραχύνεται τὰ κάτω τοῦ ὀλισθήματος, καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ὡς τὸ ἔκπτωμα: ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.


30.

γνάθος δὲ ὀλίγοισι τελέως ἐξήρθρησεν: ὀστέον τε γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται πρὸς τῷ ὑπὸ τὸ οὖς ὀστέῳ προσπεφυκότι, ὅπερ ἀποκλείει τὰς κεφαλὰς τῆς κάτω γνάθου, τῆς μὲν ἀνωτέρω ἐὸν, τῆς δὲ κατωτέρω τῶν κεφαλέων.

τὰ δὲ ἄκρεα τῆς κάτω γνάθου, τὸ μὲν διὰ τὸ μῆκος οὐκ εὐπαρείσδυτον, τὸ δ᾽ αὖ κορωνόν τε καὶ ὑπερέχον ὑπὲρ τοῦ ζυγώματος: ἅμα τε ἀπ᾽ ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεες τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασσητῆρες καλεόμενοι: διὰ τοῦτο δὲ καλέονται, καὶ διὰ τοῦτο κινέονται, ὅτι ἐντεῦθεν

ἐξήρτηνται: ἐν γὰρ τῇ ἐδωδ, καὶ ἐν τῇ διαλέκτῳ, καὶ ἐν τῇ ἄλλῃ χρήσει τοῦ στόματος, μὲν ἄνω γνάθος ἀτρεμέει: ξυνήρτηται γὰρ τῇ κεφαλῇ. καὶ οὐ διήρθρωται: δὲ κάω γνάθος κινέεται: ἀπήρθρωται γὰρ ἀπὸ τῆς ἄνω γνάθου, καὶ ἀπὸ τῆς κεφαλῆς.

διότι μὲν οὖν ἐν σπασμοῖσι καὶ τετάνοισι πρῶτον τοῦτο τὸ ἄρθρον ἐπισημαίνει συντεταμένον, καὶ διότι πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες γίνονται, ἐν ἄλλῳ λόγῳ εἰρήσεται.

περὶ δὲ τοῦ μὴ κάρτα ἐξαρθρέειν τάδε τὰ αἴτια: αἴτιον δὲ καὶ τόδε, ὅτι οὐ μάλα καταλαμβάνουσι τοιαῦται ἀνάγκαι βρωμάτων, ὥστε τὸν ἄνθρωπον χανέειν μέζον ὅσον δύναται: ἐκπέσοι δ᾽ ἂν ἀπ᾽ οὐδενὸς ἄλλου σχήματος, ἀπὸ τοῦ μέγα χανόντα παραγαγεῖν τὴν γένυν ἐπὶ θάτερα.

Προσξυμβάλλεται μέντοι καὶ τόδε πρὸς τὸ ἐκπίπτειν: ὁκόσα γὰρ νεῦρα καὶ ὁκόσοι μύες παρὰ τὰ ἄρθρα εἰσὶν, ἀπὸ ἄρθρων ἀφ᾽ ὧν ξυνδέδενται, τούτων ὅσα ἐν τῇ χρήσει πλειστάκις διακινέεται, ταῦτα καὶ ἐς τὰς κατατάσιας δυνατώτατα ἐπιδιδόναι, ὥσπερ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα πλείστην ἐπίδοσιν ἔχει.

περὶ οὗ οὖν λόγος, ἐκπίπτει μὲν γνάθος ὀλιγάκις: σχᾶται μέντοι πολλάκις ἐν

χάσμῃσιν, ὥσπερ καὶ ἄλλαι πολλαὶ μυῶν παραλλαγαὶ και νεύρων τούτο ποιέουσιν.

δῆλον μὲν οὖν ἐκ τῶνδε μάλιστά ἐστιν, ὅταν ἐκπεπτώκῃ: προΐσχει γὰρ κάτω γνάθος ἐς τοὔμπροσθεν, καὶ παρῆκται τἀναντία τοῦ ὀλισθήματος, καὶ τοῦ ὀστέου τὸ κορωνὸν ὀγκηρότερον φαίνεται παρὰ τὴν ἄνω γνάθον, καὶ χαλεπῶς ξυμβάλλουσι τὰς κάτω γνάθους.

τούτοισι δὲ ἐμβολὴ πρόδηλος, ἥτις γίνοιτ᾽ ἂν ἁρμόζουσα: χρὴ γὰρ τὸν μέν τινα κατέχειν τὴν κεφαλὴν τοῦ τετρωμένου, τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν τοῖσι δακτύλοισι κατὰ τὸ γένειον, χάσκοντος τοῦ ἀνθρώπου ὅσον μετρίως δύναται, πρῶτον μὲν διακινέειν τὴν κάτω γνάθον χρόνον τινὰ, τῇ καὶ τῇ παράγοντα τῇ χειρὶ, καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον ἔχειν, καὶ ξυμπαράγειν, καὶ ξυνδιδόναι ὡς μάλιστα: ἔπειτα ἐξαπίνης σχάσαι, τρισὶ σχήμασιν ὁμοῦ προσέχοντα τὸν νόον: δεῖ μὲν γὰρ παράγεσθαι ἐκ τῆς διαστροφῆς ἐς τὴν φύσιν, δεῖ δὲ ἐς τοὐπίσω ἀπωσθῆναι τὴν γνάθον τὴν κάτω, δεῖ δὲ ἑπόμενον τούτοισι ξυμβάλλειν τὰς γνάθους, καὶ μὴ χάσκειν.

ἐμβολὴ μὲν οὖν αὕτη, καὶ οὐκ ἂν γένοιτο ἀπ᾽ ἄλλων σχημάτων.

ἰητρείη δὲ βραχείη ἀρκέει: σπλῆνα προστιθέντα κεκηρωμένον χαλαρῷ ἐπιδέσμῳ ἐπιδεῖν.

ἀσφαλέστερον δὲ χειρίζειν ἐστὶν ὕπτιον κατακλίναντα τὸν ἄνθρωπον, ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ σκυτίνου ὑποκεφαλαίου ὡς πληρεστάτου, ἵνα ὡς ἥκιστα ὑπείκῃ: προσκατέχειν δέ τινα χρὴ τὴν κεφαλὴν τοῦ τετρωμένου.


31.

ἢν δ᾽ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, μὲν ἴησις αὐτή.

ξυμβάλλειν δέ τι ἧσσον οὗτοι τὸ στόμα δύνανται: καὶ γὰρ προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ: τὸ δὲ ἀστραβὲς μάλιστ᾽ ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων, τῶν τε ἄνω καὶ τῶν κάτω κατ᾽ ἴξιν.

τούτοισι ξυμφέρει ἐμβάλλειν ὡς τάχιστα: ἐμβολῆς δὲ τρόπος πρόσθεν εἴρηται.

ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος ῾καρώδεες γὰρ οἱ μύες οὗτοι, καὶ ἀλλοιούμενοι, καὶ ἐντεινόμενοι παρὰ φύσιν: φιλέει δὲ καὶ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα, ὀλίγα: καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσιν: οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.


32.

ἢν δὲ κατεαγῇ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐκκεκλιμένον δὲ ἔῃ, κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον, παρά γε τὴν γλῶσσαν πλαγίην ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδοντα, ὡς ἂν ξυμφέρῃ: καὶ ἢν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα καὶ κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ, ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους, μὴ μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα μὲν χρυσίῳ, ἔστ᾽ ἂν κρατυνθῇ τὸ ὀστέον, εἰ δὲ μὴ, λίνῳ: ἔπειτα

ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι, μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν.

εὖ γὰρ εἰδέναι χρὴ, ὅτι ἐπίδεσις ὀθονίων, γνάθου καταγείσης, μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα δ᾽ ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο.

πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσματέεσθαι χρὴ, καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου τὸ ἐκκλιθέν: ἄριστον δὲ, εἰ αἰεὶ δύναιτο, ἀλλ᾽ οὐχ οἶόν τε.


33.

ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον ῾ὀλιγάκις δὲ τοῦτο γίνεταἰ, κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτω, καθάπερ εἴρηται.

ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ ζευγνῦναι, ὡς πρόσθεν εἴρηται: μέγα γὰρ ἂν ξυλλαμβάνοι ἐς τὴν ἀτρεμίην, προσέτι καὶ ἤν τις ὀρθῶς ζεύξῃ, ὥσπερ χρὴ, τὰς ἀρχὰς Ρ῾άψας.

ἀλλὰ γὰρ οὐ Ρ῾ηΐδιον ἐν γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως διηγέεσθαι, ἀλλὰ καὶ αὐτὸν ὑποτοπέεσθαι χρὴ ἐκ

τῶν γεγραμμένων.

ἔπειτα χρὴ δέρματος καρχηδονίου, ἢν μὲν νηπιώτερος ἔῃ τρωθεὶς, ἀρκέει τῷ λοπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ἔῃ, αὐτῷ τῷ δέρματι: ταμόντα δὲ χρὴ εὖρος ὡς τριδάκτυλον, ὅκως ἂν ἁρμόζῃ, ὑπαλείψαντα κόμμι τὴν γνάθον ῾εὐμενέστερον γὰῤ, κόλλῃ προσκολλῆσαι τὸ δέρμα ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ἀπολείποντα ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ὀλίγῳ πλέον: τοῦτο μὲν ἐς τὸ κάτω μέρος: ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ἱμὰς, ὡς ἀμφιβεβήκῃ ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου.

ἕτερον δὲ ἱμάντα τοιοῦτον, ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ ἄνω μέρος τῆς γνάθου, ἀπολείποντα καὶ τοῦτον ἀπὸ τοῦ τρώματος, ὅσονπερ ἕτερος ἀπέλιπεν: ἐσχίσθω δὲ καὶ οὗτος ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν.

Ἀποξέες δὲ ἔστωσαν οἱ ἱμάντες ἀμφὶ τὴν ξυναφήν: ἐν δὲ τῇ κολλήσει σὰρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς ἔστω, ἐχεκολλότερον γὰρ οὕτως.

ἔπειτα κακατείναντα χρὴ καὶ τοῦτον τὸν ἱμάντα μᾶλλον δέ

τι τὸν περὶ τὸ γένειον, ὡς ὅτι μάλιστα μὴ ἀπομυλλήνῃ γνάθος, ξυνάψαι τοὺς ἱμάντας κατὰ τὴν κορυφὴν, κἄπειτα περὶ τὸ μέτωπον ὀθονίῳ καταδῆσαι, καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέῃ τὰ δεσμά.

τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα γνάθον, μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ.

ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερέων δέκα, ἔπειτα ἀνατρέφειν

μὴ βραδέως: ἢν γὰρ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι μὴ