previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


17.

ὕδατι δὲ ποτῷ ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἄλλο μὲν οὐδὲν ἔχω ἔργον τι προσθέω: οὔτε γὰρ βηχὸς παρηγορικόν ἐστιν ἐν τοῖσι περιπλευμονικοῖσιν, οὔτε πτυέλου ἀναγωγὸν, ἀλλ᾽ ἧσσον τῶν ἄλλων, εἴ τις διὰ παντὸς ὕδατι ποτῷ χρέοιτο.

μεσηγὺ μέντοι ὀξυμέλιτος καὶ μελικρήτου ὕδωρ ἐπιῤΡ῾οφεόμενον ὀλίγον πτυέλου ἀναγωγόν ἐστι διὰ τὴν μεταβολὴν τῆς ποιότητος τῶν ποτῶν: πλημμυρίδα γάρ τινα ἐμποιέει.

ἄλλως δὲ οὔτε δίψαν παύει, ἀλλ᾽ ἐπιπικραίνει: χολῶδες γὰρ φύσει χολώδει, καὶ ὑποχονδρίῳ κακόν: καὶ κάκιστον

ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμώτατον, ὅταν ἐς κενεότητα ἐσέλθη: καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ ἤπατός ἐστιν, ὁκόταν πεπυρωμένον : καὶ ἐγκλυδαστικόν τε καὶ ἐπιπολαστικόν: βραδύπορόν τε γάρ ἐστι διὰ τὸ ὑπόψυχρον καὶ ἄπεπτον εἶναι: καὶ οὔτε διαχωρητικὸν, οὔτε διουρητικόν: προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐστι φύσει: ἢν δὲ δὴ καὶ ποδῶν ψυχρῶν ποτε ἐόντων ποθῇ, πάντα ταῦτα πολλαπλασίως βλάπτει, ἐς τι ἂν αὐτέων ὁρμήσῃ.

Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι νούσοισιν καρηβαρίην ἰσχυρὴν φρενῶν ἅψιν, παντάπασιν οἴνου ἀποσχετέον: ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον, ὑδαρέα καὶ κιῤΡ῾ὸν παντελῶς δοτέον οἶνον καὶ ἄοσμον

παντάπασι, καὶ μετὰ τὴν πόσιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον: οὕτω γὰρ ἂν ἧσσον τὸ ἀπὸ τοῦ οἴνου μένος ἅπτοιτο τῆς κεφαλῆς καὶ γνώμης: ἐν οἷσι δὲ μάλιστα αὐτέων ὕδατι ποτῷ χρηστέον, καὶ ὁκότε πολλῷ κάρτα, καὶ ὅκου μετρίῳ, καὶ ὅκου ψυχρῷ, καὶ ὅκου θερμῷ, τὰ μέν που πρόσθεν εἰρέαται, τὰ δὲ ἐν αὐτέοισι τοῖσι καιροῖσι Ρ῾ηθήσεται.

κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ἄλλων ποτῶν, οἷον τὸ κρίθινον, καὶ τὰ ἀπὸ χλοίης ποιεύμενα, καὶ τὰ ἀπὸ σταφίδος καὶ στεμφύλων καὶ πυρῶν

καὶ κνήκου καὶ μύρτων καὶ Ρ῾οιῆς καὶ τῶν ἄλλων, ὅταν τινὸς αὐτέων καιρὸς χρέεσθαι, γεγράψεται παρ᾽ αὐτέῳ τῷ νουσήματι, ὅκως περ καὶ τἄλλα τῶν ξυνθέτων φαρμάκων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: