previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. θ᾽. περὶ Δυσεντερίης.

ἐντέρων τὰ μὲν ἄνω λεπτὰ καὶ χολώδεα μέσφι τοῦ τυφλοῦ, χολάδες ἐπίκλην: ἀπὸ δὲ τουτέων τὰ κάτω παχέα καὶ σαρκώδεα μέσφι τῆς ἀρχῆς τοῦ εὐθέος ἐντέρου.

ἐγγίγνεται οὖν ἐν ἅπασι ἕλκεα: δυσεντερίη δὲ τῶνδε τῶν ἑλκέων αἱ ἰδέαι. διὰ τόδε ποικίλαι ἔασι αἱ νοῦσοι. τὰ μὲν γὰρ ἐπιπολῆς ξέει ἔντερα, ἀναδορὴν μούνην ποιεύμενα, καὶ ἔστιν ἀσινέα. ἀτὰρ δὲ ἀσινέστερα πολλὸν, ἢν κάτω τὰ πάθη: ἀλλ᾽ ἢν δὲ σμικρῷ μὲν ἔτι βαθύτερα τὰ ἕλκεα, οὐκ εὐήθεα δὲ καὶ τάδε. ἄλλα βαθέα καὶ οὐχ ἱστάμενα, ἀλλ᾽ ἐσθιόμενα, ὀδυνώδεα, ἕρποντα , καὶ ἐπισφακελίζοντα, θανατώδεα. 1 ἀτὰρ καὶ φλέβια ἐπὶ τῇσι νομῇσι γίγνονται περίβρωτα, ἔν τε τοῖσι ἕλκεσι καὶ στάξιες αἱμορραγίας: τὸ μέζον ἄλλο εἶδος ἑλκέων: ὀχθώδεα, τρηχέα, ἀνώμαλα, τυλαίνια,

[p. 110] ὡς ἐν ξύλῳ ὄζον εἴπομεν. δυσαλθέα τάδε, οὔτε γὰρ ὠτειλὴν Ρ῾ηϊδίως ἴσχει, Ρ῾ηΐτερόν τε γὰρ λύονται.

αἰτίαι δὲ δυσεντερίης μυρίαι, ἐπίκαιροι δὲ, ἀπεψίαι , ψύξιες συνεχέες, δριμέων πρόσαρσις, μυττωτῶν, κρομμύου αὐτοῦ, σκορόδου, κρεῶν παλαιῶν δριμέων ἐδωδή. ἐφ᾽ οἷσι ἀπεψίη: ὑγρὸν ἄηθες, κυκεὼν, βρυτέων πόμα, οἷα κατὰ χώρην ἑκάστην ἀντὶ οἴνου γίγνεται δίψεος ἄκεα. ἀτὰρ καὶ πληγὴ καὶ ψύξις καὶ ψυχροποσίη τίκτουσι ἕλκεα.

αἱ δὲ ἐκκρίσιες καὶ τὰ ξυνεόντα τοῖσι ἕλκεσι ἕτερα καὶ ἕτερα, ἐπ᾽ ἄλλοισι καὶ ἄλλοισι. ἢν μὲν γὰρ ἐπιπολῆς ἔῃ, ἄνωθεν μὲν λεπτὰ, χολώδεα, ἄνοσμα, πλὴν ὁκόσον ἀπ᾽ ἐντέρων. τὰ δὲ ἀπὸ τῆς νήστιος κατακορέα μᾶλλον, κροκοειδέα , κακώδεα : τὰ δὲ καὶ ξὺν τῇ τροφῇ λελυμέν μὲν, ἀλλὰ τρηχείῃ, ἄλλοτε κάκοδμόν ἐστι, τὰ δὲ ἕλκεα σηπεδώνεα ἄλλοτε δὲ ἴσχει, ὡς ἀπὸ σκυβάλων μοῦνον τὴν ὀσμήν: ἀπὸ δὲ τῶν κάτω ἐπὶ τοῖσι ἕλκεσι, ὑδατώδεα, λεπτὰ, ἄνοσμα : ἢν δὲ ἐπὶ μᾶλλον βαθέα, ἰχωροειδέα , ὑπέρυθρα, οἰνώδεα, ὅκως κρεῶν πλύμα. ἄλλοτε μὲν ἰδίῃ τάδε, ἄλλοτε δὲ ξὺν τοῖσι κοπρίοισι: καὶ τάδε ὑγρὰ λελυμένα τῷ περιρρόῳ, ἄχολα, ἄνοσμα : ξυνεστῶτα, ξηρὰ ἐξίασι, ὀλισθηρὰ τῷ περιρρόῳ : ἢν δὲ μέζω καὶ λειότερα τὰ ἕλκεα, ἐπὶ μὲν τοῖσι ἄνω, χολώδεα, καὶ ἀφ᾽ ὧν καὶ δι᾽ ὧν ἔρχεταικαὶ γὰρ τὴν ἕδρην, — δάκνει. δριμεῖα γὰρ χολὴ, καὶ ἐπὶ μᾶλλον ἢν ἀφ᾽ ἕλκεος: καὶ χολὴ δὲ πίων ὅκως λίπας. ἐπὶ δὲ τοῖσι βαθυτέροις τοῖσι κάτω αἱμάλωψ παχὺς σὺν φλέγματι, σαρκοειδέα οὐ κάρτα πίονα, ξυσματώδεα , ὡς ἀπ᾽ ἐντέρων εἶναι. ἀτὰρ καὶ ὅλα συμμέμικται μέρεα: φέρεται λευκὰ, παχέα, μυξώδεα, στέατι ξυγκοπέντι ἴκελα, ξὺν τῷ περιρρόῳ. τάδε μέντοι ἀπὸ τοῦ εὐθέος τοῦ παραμήκεος ἐντέρου. ἄλλοτε δὲ μυξώδεα μοῦνον, ὀδαξώδεα, σμικρὰ, στρογγύλα, δακνώδεα, ἐξαναστάσιας πυκινὰς, καὶ προθυμίην ξὺν ἡδονῇ ποιεύμενα, ἐκκρίσιας δὲ κάρτα σμικράς : τεινασμὸς τοῦδε ἐπίκλησις. ἀπὸ δὲ [p. 111] τοῦ κώλου φέρονται καὶ σάρκες ἐξέρυθροι καὶ μεγάλαι, περιγραφὴν πολλὸν μέζονα ἔχουσαι : εἰ δὲ βαθέα γίγνεται τὰ ἕλκεα, καὶ αἷμα παχὺ, τρυγῶδες, τάδε κάκοδματῶν πρόσθεν μᾶλλον. ἐπην δὲ ἕρπῃ καὶ ἐσθίῃ τὰ ἕλκεα, καὶ ἴσχηται μηδαμᾶ ἐπὶ μηδενὶ, ἄνωθεν μὲν πρὸς τοῖσι χολώδεσι τοῖσι κατακορέσι , κροκώδεα, καὶ ἔπαφρα, τρυγίζοντα , καὶ μέλανα, ἰσατώδεα, πρασοειδέα , παχύτερατῶν πρόσθεν, κακώδεα, ὅκως σηπεδὼν, διαχωρέει. τροφὴ νῦν ἀπεπτοτέρη, ὡς ὑπὸ ὀδόντων λάβρων τετριμμένη μοῦνον. ἢν δὲ τὰ κάτω ἀνεσθίηται , αἱμάλωπες μέλανες, παχέα, σαρκοειδέα , ἐξέρυθρα, θρομβώδεα, ἄλλοτε μὲν μέλανα, ἄλλοτε δὲ παντοίως ποικίλα, κάκοδμα, οὐ φορητὰ, ἀφέσιες τῶν ὑγρῶν ἀβούλητοι: ἀπελύθη κοτὲ καὶ εὔμηκες ἄκριτον κατὰ πλεῦνα, ὅκως ὑγιὲς τὸ ἔντερον, καὶ δέος παρέσχεν ἀμφὶ ἔντερον τοῖσι ἀγνοοῦσι τοῦ πρήγματος. τὸ δέ ἐστι τοιόνδε. τῶν ἐντέρων, ὅκως τῆς κοιλίης, χιτῶνες ἔασι δοιοί: ἀτὰρ καὶ ἀλλήλοισι ἐπιβάλλουσι οἵδε λοξοί. ἢν οὖν διπλόη λυθῇ, μὲν ἐντὸς χιτὼν ἀποστὰς ἐς μῆκος ἔξω χωρέει, δὲ ἐκτὸς μίμνει μοῦνος, καὶ σαρκοῦται, καὶ ἐπωτειλοῦται, καὶ ἀλθέξονται , καὶ ζώωσι ἀσινέες. πάσχει δὲ τὸ κάτω μοῦνον, αἰτίη δὲ τῶν χιτώνων τὸ σαρκοειδές . ἢν δὲ αἷμα ἀπό τευ ἀγγείου φέρηται ξανθὸν, μέλαν, καθαρὸν Ρ῾έει, ἀμιγὲς τροφῆς, σκυβάλων ἄτερ. εἰ δὲ ἐπίπαγος ἐπιπετάννυτο πλατέσι ἀραχνίοισι ἴκελος θρομβοῦται, ἢν ψυχθῇ: οὐδὲ γὰρ πίστις αἵματος ἔκκρισις: τῷ δὲ Ρ῾οίζῳ πολλῷ ξὺν πνεύματι μέζων τῆς περιστάσιος φαντασίη τῆς ἐκκρίσιος. γίγνεταί κοτε καὶ ἐν κώλῳ πύου ἀπόστασις, οὐδέν τι τῶν ἄλλων τῶν ἐντὸς ἑλκέων ξενοπρεπεστέρη. καὶ γὰρ τὰ σημήϊα καὶ τὸ πῦον καὶ ἄλθεξις τῶν ἑλκέων ὠυτή. ἢν δὲ ἐκκρίσιες σκληραὶ τῶν σαρκοει δέων ἔωσι, τετριμμέναι, τρηχέσι σώμασι ἴκελαι, ἀπόστασις οὐ τοῦ εὐήθεος τρόπου: ῥέει κοτὲ πολλὸν ἀπὸ τοῦ κώλου ὕδωρ,

[p. 112] δυσεντεριώδεα τρόπον . ὕδρωπος τόδε μυρίους ἐρρύσατο. 2 τὰ μὲι ἕλκεα, ὡς ἔπος εἰπεῖν, τὰ ἐν τοῖσι ἐντέροισι τοιάδε: ἀτὰρ ἠδὲ καὶ τῶνδε ἰδέη, καὶ αἱ ἀπὸ τῶνδε ἐκκρίσιες, ὁκόσας ἔλεξα.

φράσω δὲ καὶ τὰ ξυνεόντα ἑκάστοισι τῶν νοσεόντων, ἤν τε εὐήθεα, ἤν τε σιναρὰ τὰ ἕλκεα. ἀθρόον μὲν οὖν εἰρήσθω, ἢν ἐπιπολῆς ἀναδορὴ, ἤν τε ἄνω, ἤν τε κάτω ἔῃ, ἄπυροι, ἄπονοι, ὀρθοστάδην ὑγιαζόμενοι, σμικρῆσι τῇσι διαίτῃσι ἑτεροίως. ἢν δὲ ἕλκος ἐγγένηται, ἐπὶ μὲν τοῖσι ἄνω στρόφος δακνώδης, δριμὺς, ὡς ἀπὸ χολῆς θερμῆς σμικρῆς, ἔμπυοι ἄλλοτε καὶ ἄλλοτε: τὸ δὲ πλέον, ἔμπυοι. 3 πέψιες ἡμιτελέες, οὐκ ἀπόσιτοι : ἢν δὲ τοῖσι κάτω ἕλκεα γένηται, πολλόν τι ἀσινέστερα τῶν ἄνω: καὶ γὰρ τὰ ἔντερα πολλόν τι μᾶλλον τῶν ἄλλων σαρκοειδέα . ἢν δὲ κοῖλα καὶ ἀνεσθίοντα ἐς τὰ ἄνω γένηται, πυρετοὶ ὀξέες, ἀλαμπέες, ἐν τοῖσι σπλάγχνοισι ὑποβρύχιοι, περίψυξι ς, ἀποσιτίη, ἀγρυπνίη : ἐρυγαὶ κακώδεες, ναυτίη, χολῆς ἔμετοι, σκοτοδίνη : ἢν δὲ πολλὴ μὲν φορὴ, χολωδεστέρων δὲ γίγνηται, ἐπίμονοι στρόφοι, καὶ ἄλλοι πόνοι μᾶλλον: ποτὶ καὶ ἐκλύσιες δυνάμιος, ὑπολύσιες γουνάτων, καυσώδεες, διψαλέοι, ἀσώδεες, ναυτίη μελάνων, γλῶσσα ξηρὴ, σφυγμοι σμικροὶ, ἄτονοι. τουτέων ἀδελφὰ, ὀκόσα ἐπὶ τοῖσι κακοειδέσι ἕλκεσι ἔλεξα τὰ θανατώδεα. καρδιώσσουσι μέσφι λειποθυμίης. μετεξέτεροι δὲ οὐδὲ ἐς ἀνάκτησιν ἐπαλινδρόμησαν: ἀλλ᾽ οὕτως ἐξέθανον: τάδε τὰ δεινὰ ξυνὰ καὶ τῇσι ἀπὸ τῶν κάτω ἐντέρων διαβρώσεσι , ἢν νέμηται μὲν τὰ ἕλκεα, ἄσχετος δὲ φορή: πλὴν ὁκόσον οἱ στρόφοι καὶ οἱ πόνοι ὑπὸ τὸν ὀμφαλὸν κάτω, ἔνθα τὰ ἕλκεα.

[p. 113] ἰδέαι δὲ αἵδε τῶν ἐκκρίσεων, ὁκοίας ἔλεξα. ἢν δὲ ἐπὶ τοῖσι πρώτοισι σμικρὰ , ἀνακωχὴ δὲ εἰς μακρὸν νομῆς, ἄλλα ἐπ᾽ ἄλλοις ἕλκεα γίγνεται, τῶν μὲν πρηϋνομέ νων, ἄλλων δὲ κορυφουμένων, ὅκως ἐν θαλάσσῃ κύματα. τοιόνδε τὸ τῶν ἑλκέων χύμα. ἢν δὲ καί κοτε ἐπαρκέσῃ μὲν φύσις, συνασκήσῃ δὲ καὶ ἰητρὸς, πέπαυται μὲν νομὴ, καὶ θάνατον οὐκ ὀρρωδέει, σκληρὰ δὲ καὶ ὀχθώδεα μίμνει τὰ ἔντερα, καὶ τῶνδε ἐς μακρὸν ἄλθεξις.

αἱμορραγίῃ δὲ ἀπ᾽ ἐντέρων, ἢν μὲν μεγάλης φλεβὸς ἀρτηρίης ἔῃ, ὠκὺς θάνατος. οὐδὲ γὰρ οὐδὲ τὴν χεῖρα δυνατὸν ἔσω ἐσμάσασθαι , καὶ τοῦ ἄλγεος θιγεῖν, φάρμακον αὐτῷ τῷ ἕλκεϊ προσβάλλειν. καί τοι καὶ εἰ ἐπίσχοιτο αἱμορραγίη φαρμάκῳ, οὐκ ἀτρεκὴς τοῦ θανάτου φυγή. μετεξετέροισι γὰρ μεγάλης ἐσχάρης ἔκπτωσις τῆς φλεβὸς τὸ στόμιον ἐς μέζον εὐρύνει : εὖτε καὶ θρόμβοι ἔνδον ἐγγίγνονται καὶ μίμνουσι ἔσω, ἄφυκτος νοῦσος. χρὴ οὖν ἀρχομένῃσι αἱμορραγίῃσι ἀρήγειν. δήλη δὲ ὡς ἐπίπαν γίγνεται μέλλουσα, εἰ καὶ μὴ πάμπαν εὔσημος : ἄση ξύνεστι, ἀπορίη, βάρος τοῦ τόπου, ἔνθα Ρ῾ήσσεται, ἐρύθημα τοῦ προσώπου, ἢν μηδέκω Ρ῾αγῇ: κἢν μὲν φλὲψ νεορραγὴς ἔῃ, ὡς ἐπίπαν μαλθάσσεται πάμπαν. ἢν δὲ πρόσω χρόνου, χαλεπώτερον καὶ βραδύτερον . τοιάδε μὲν τὰ ἐν ἐντέροις ἕλκεα.

γίγνεται δὲ θέρεος ὥρῃ: δεύτερον φθινοπώρου, ἧσσον ἦρος, ἥκιστα χειμῶνος. καὶ διάρροιαι μὲν, παιδίοισι καὶ μειρακίοισι: δυσεντερίη δὲ ἀκμάζουσι καὶ νέοισι: γῆρας δὲ δυσαλθὲς καὶ ἐς ὠτειλήν χρόνιον : τὰ δὲ ἀνεσθιόμενα γέρουσι ἀήθεα: ἀτὰρ καὶ αἱμορραγίη ξύμφωνος γήρᾳ.4

[p. 114]

1 In this sentence I have not hesitated to adopt Petit's suggestion, and have read ὀδυνώδεα in place of ἀδενώδεα. Ermerins substitutes φαγεδαινώδεα; but for this term he can quote no authority.

2 Hippocrat. Aph. vi. 14.

3 The text, which is by no means in a satisfactory state, is thus attempted to be emended by Ermerins: — ἢν δὲ ἕλκος ἐγγένηται, ἐπὶ μὲν τοῖσιν ἄνω στρόφος δακνώδης, δριμὺς, ὡς ἀπὸ χολῆς, θέρμη σμικρὴ ἄλλοτε καὶ ἄλλοτε, τὸ γὰρ πλέον ἔμπυοι.

4 the common reading is ambiguous. Ermerins reads ἀξύμφωνος. Perhaps our author refers to the bloody discharges from piles, which are not uncommon in old age.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: