This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
εἰ δὲ μηδὲν ἀρέσκει τούτων, πολεμεῖν ἕτοιμον. καὶ ταῦτ᾽ ἐφ᾽ ὑμῖν1 πάντ᾽ ἐστίν, ὦ Ἀθηναῖοι: τούτων ὅ τι ἂν βούλησθε ἕλεσθε.2 πάρεισι μὲν γὰρ Ἀργεῖοι καὶ Κορίνθιοι διδάξοντες ὡς ἄμεινόν ἐστι πολεμεῖν, ἥκουσι δὲ Λακεδαιμόνιοι πείσοντες ὑμᾶς εἰρήνην ποιήσασθαι. τούτων δ᾽ ἐστὶ τὸ τέλος παρ᾽ ὑμῖν, ἀλλ᾽ οὐκ ἐν Λακεδαιμονίοις, δι᾽ ἡμᾶς.3 πρεσβευτὰς οὖν πάντας ὑμᾶς ἡμεῖς οἱ πρέσβεις ποιοῦμεν: ὁ γὰρ τὴν χεῖρα μέλλων ὑμῶν4 αἴρειν, οὗτος ὁ πρεσβεύων ἐστίν, ὁπότερ᾽ ἂν αὐτῷ δοκῇ, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον ποιεῖν. μέμνησθε μὲν οὖν, ὦ Ἀθηναῖοι, τοὺς ἡμετέρους λόγους, ψηφίσασθε δὲ τοιαῦτα ἐξ ὧν ὑμῖν5 μηδέποτε μεταμελήσει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.