previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8]

ὄγδοον ἆθλον ἐπέταξεν αὐτῷ τὰς Διομήδους τοῦ Θρακὸς ἵππους εἰς Μυκήνας κομίζειν: ἦν δὲ οὗτος Ἄρεος καὶ Κυρήνης, βασιλεὺς Βιστόνων ἔθνους Θρᾳκίου καὶ μαχιμωτάτου, εἶχε δὲ ἀνθρωποφάγους ἵππους. πλεύσας οὖν μετὰ τῶν ἑκουσίως συνεπομένων καὶ βιασάμενος τοὺς ἐπὶ ταῖς φάτναις τῶν ἵππων ὑπάρχοντας ἤγαγεν ἐπὶ τὴν θάλασσαν. τῶν δὲ Βιστόνων σὺν ὅπλοις ἐπιβοηθούντων τὰς μὲν ἵππους παρέδωκεν Ἀβδήρῳ φυλάσσειν: οὗτος δὲ ἦν Ἑρμοῦ παῖς, Λοκρὸς ἐξ Ὀποῦντος, Ἡρακλέους ἐρώμενος, ὃν αἱ ἵπποι διέφθειραν ἐπισπασάμεναι: πρὸς δὲ τοὺς Βίστονας διαγωνισάμενος καὶ Διομήδην ἀποκτείνας τοὺς λοιποὺς ἠνάγκασε φεύγειν, καὶ κτίσας πόλιν Ἄβδηρα παρὰ τὸν τάφον τοῦ διαφθαρέντος Ἀβδήρου, τὰς ἵππους κομίσας Εὐρυσθεῖ ἔδωκε. μεθέντος δὲ αὐτὰς Εὐρυσθέως, εἰς τὸ λεγόμενον ὄρος Ὄλυμπον ἐλθοῦσαι πρὸς τῶν θηρίων ἀπώλοντο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir James George Frazer)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: