Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπ᾽ Ἀνδροτίωνος κακῶς, ἅμα τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρ᾽ οἷός τ᾽ ὦ. συμβέβηκε δέ, πολλὰ καὶ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους Εὐκτήμονος ὑβρισμένου, ἐλάττω ταῦτ᾽ εἶναι τῶν ἐμοὶ γεγενημένων δι᾽ Ἀνδροτίωνος πραγμάτων. οὗτος μέν γ᾽ εἰς χρήματα καὶ τὸ παρ᾽ ὑμῶν ἀδίκως ἐκπεσεῖν ἐπεβουλεύθη: ἐμὲ δ᾽ οὐδ᾽ ἂν ἐδέξατο τῶν ὄντων ἀνθρώπων οὐδὲ εἷς, εἰ τὰ κατασκευασθένθ᾽ ὑπὸ τούτου παρ᾽ ὑμῖν ἐπιστεύθη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.