previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

365

ἧος ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ὦρσε δ᾽ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
δεινόν τ᾽ ἀργαλέον τε, κατηρεφές, ἤλασε δ᾽ αὐτόν.
ὡς δ᾽ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
καρφαλέων: τὰ μὲν ἄρ τε διεσκέδασ᾽ ἄλλυδις ἄλλῃ:
370ὣς τῆς δούρατα μακρὰ διεσκέδασ᾽. αὐτὰρ Ὀδυσσεὺς
ἀμφ᾽ ἑνὶ δούρατι βαῖνε, κέληθ᾽ ὡς ἵππον ἐλαύνων,
εἵματα δ᾽ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
375νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν:

οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
εἰς κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
ἀλλ᾽ οὐδ᾽ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
380

ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
ἵκετο δ᾽ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ᾽ ἔασιν.

αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλ᾽ ἐνόησεν.
τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
παύσασθαι δ᾽ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας:
385ὦρσε δ᾽ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ᾽ ἔαξεν,
ἧος Φαιήκεσσι φιληρέτμοισι μιγείη
διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.

ἔνθα δύω νύκτας δύο τ᾽ ἤματα κύματι πηγῷ
πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ᾽ ὄλεθρον.
390ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,
καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
ἔπλετο νηνεμίη: δ᾽ ἄρα σχεδὸν εἴσιδε γαῖαν
ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
ὡς δ᾽ ὅτ᾽ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
395πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων,
δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
ἀσπάσιον δ᾽ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
νῆχε δ᾽ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
400ἀλλ᾽ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης:
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ᾽ ἁλὸς ἄχνῃ:
οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ᾽ ἐπιωγαί.
405ἀλλ᾽ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε:
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1919)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: