Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
τὴν αὐτὴν οὖν γνώμην ἔχω καὶ περὶ τῶν κοινῶν: ἡγοῦμαι γὰρ δεῖν ἡμᾶς οὐ μέγα φρονεῖν οὐδ᾽ ἀγαπᾶν, εἰ κακοδαιμονησάντων καὶ μανέντων ἀνθρώπων νομιμώτεροι γεγόναμεν, ἀλλὰ πολὺ μᾶλλον ἀγανακτεῖν καὶ βαρέως φέρειν, εἰ χείρους τῶν προγόνων τυγχάνοιμεν ὄντες: πρὸς γὰρ τὴν ἐκείνων ἀρετὴν ἀλλ᾽ οὐ πρὸς τὴν τῶν τριάκοντα πονηρίαν ἁμιλλητέον ἡμῖν ἐστιν, ἄλλως τε καὶ προσῆκον ἡμῖν βελτίστοις ἁπάντων ἀνθρώπων εἶναι.