previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12α] πᾶν δίκαιον, τὸ δὲ δίκαιον οὐ πᾶν ὅσιον, ἀλλὰ τὸ μὲν αὐτοῦ ὅσιον, τὸ δέ τι καὶ ἄλλο;

Εὐθύφρων
οὐχ ἕπομαι, Σώκρατες, τοῖς λεγομένοις.

Σωκράτης
καὶ μὴν νεώτερός γέ μου εἶ οὐκ ἔλαττον ὅσῳ σοφώτερος: ἀλλ᾽, λέγω, τρυφᾷς ὑπὸ πλούτου τῆς σοφίας. ἀλλ᾽, μακάριε, σύντεινε σαυτόν: καὶ γὰρ οὐδὲ χαλεπὸν κατανοῆσαι λέγω. λέγω γὰρ δὴ τὸ ἐναντίον ποιητὴς ἐποίησεν ποιήσας—“Ζῆνα δὲ τὸν θ᾽ ἔρξαντα καὶ ὃς τάδε πάντ᾽ ἐφύτευσεν
[12β]

οὐκ ἐθέλει νεικεῖν: ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς.

Stasinus Cypria Fr. 20
ἐγὼ οὖν τούτῳ διαφέρομαι τῷ ποιητῇ. εἴπω σοι ὅπῃ;

Εὐθύφρων
πάνυ γε.

Σωκράτης
οὐ δοκεῖ μοι εἶναιἵνα δέος ἔνθα καὶ αἰδώςπολλοὶ γάρ μοι δοκοῦσι καὶ νόσους καὶ πενίας καὶ ἄλλα πολλὰ τοιαῦτα δεδιότες δεδιέναι μέν, αἰδεῖσθαι δὲ μηδὲν ταῦτα δεδίασιν: οὐ καὶ σοὶ δοκεῖ;

Εὐθύφρων
πάνυ γε.

Σωκράτης
ἀλλ᾽ ἵνα γε αἰδὼς ἔνθα καὶ δέος εἶναι: ἐπεὶ ἔστιν ὅστις αἰδούμενός τι πρᾶγμα καὶ αἰσχυνόμενος οὐ πεφόβηταί [12ξ] τε καὶ δέδοικεν ἅμα δόξαν πονηρίας;

Εὐθύφρων
δέδοικε μὲν οὖν.

Σωκράτης
οὐκ ἄρ᾽ ὀρθῶς ἔχει λέγειν: ‘ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς,’ ἀλλ᾽ ἵνα μὲν αἰδὼς ἔνθα καὶ δέος, οὐ μέντοι ἵνα γε δέος πανταχοῦ αἰδώς: ἐπὶ πλέον γὰρ οἶμαι δέος αἰδοῦς. μόριον γὰρ αἰδὼς δέους ὥσπερ ἀριθμοῦ περιττόν, ὥστε οὐχ ἵναπερ ἀριθμὸς ἔνθα καὶ περιττόν, ἵνα δὲ περιττὸν ἔνθα καὶ ἀριθμός. ἕπῃ γάρ που νῦν γε;

Εὐθύφρων
πάνυ γε.

Σωκράτης
τὸ τοιοῦτον τοίνυν καὶ ἐκεῖ λέγων ἠρώτων: ἆρα ἵνα [12δ] δίκαιον ἔνθα καὶ ὅσιον; ἵνα μὲν ὅσιον ἔνθα καὶ δίκαιον, ἵνα δὲ δίκαιον οὐ πανταχοῦ ὅσιον: μόριον γὰρ τοῦ δικαίου τὸ ὅσιον; οὕτω φῶμεν ἄλλως σοι δοκεῖ;

Εὐθύφρων
οὔκ, ἀλλ᾽ οὕτω. φαίνῃ γάρ μοι ὀρθῶς λέγειν.

Σωκράτης
ὅρα δὴ τὸ μετὰ τοῦτο. εἰ γὰρ μέρος τὸ ὅσιον τοῦ δικαίου, δεῖ δὴ ἡμᾶς, ὡς ἔοικεν, ἐξευρεῖν τὸ ποῖον μέρος ἂν εἴη τοῦ δικαίου τὸ ὅσιον. εἰ μὲν οὖν σύ με ἠρώτας τι τῶν νυνδή, οἷον ποῖον μέρος ἐστὶν ἀριθμοῦ τὸ ἄρτιον καὶ τίς ὢν τυγχάνει οὗτος ἀριθμός, εἶπον ἂν ὅτι ὃς ἂν μὴ σκαληνὸς ἀλλ᾽ ἰσοσκελής: οὐ δοκεῖ σοι;

Εὐθύφρων
ἔμοιγε. [12ε]

Σωκράτης
πειρῶ δὴ καὶ σὺ ἐμὲ οὕτω διδάξαι τὸ ποῖον μέρος τοῦ δικαίου ὅσιόν ἐστιν, ἵνα καὶ Μελήτῳ λέγωμεν μηκέθ᾽ ἡμᾶς ἀδικεῖν μηδὲ ἀσεβείας γράφεσθαι, ὡς ἱκανῶς ἤδη παρὰ σοῦ μεμαθηκότας τά τε εὐσεβῆ καὶ ὅσια καὶ τὰ μή.

Εὐθύφρων
τοῦτο τοίνυν ἔμοιγε δοκεῖ, Σώκρατες, τὸ μέρος τοῦ δικαίου εἶναι εὐσεβές τε καὶ ὅσιον, τὸ περὶ τὴν τῶν θεῶν θεραπείαν, τὸ δὲ περὶ τὴν τῶν ἀνθρώπων τὸ λοιπὸν εἶναι τοῦ δικαίου μέρος.

Σωκράτης
καὶ καλῶς γέ μοι, Εὐθύφρων, φαίνῃ λέγειν, ἀλλὰ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: