[294δ]
ἡγουμένω οὖν σκώπτεσθαι οὐκ ἠθελέτην, ἀλλ᾽ ὡμολογησάτην πάντα χρήματα ἐπίστασθαι, καθ᾽ ἓν ἕκαστον ἐρωτώμενοι ὑπὸ Κτησίππου. ὁ γὰρ Κτήσιππος πάνυ ἀπαρακαλύπτως οὐδὲν ὅτι οὐκ ἠρώτα τελευτῶν, καὶ τὰ αἴσχιστα, εἰ ἐπισταίσθην: τὼ δὲ ἀνδρειότατα ὁμόσε ᾔτην τοῖς ἐρωτήμασιν, ὁμολογοῦντες εἰδέναι, ὥσπερ οἱ κάπροι οἱ πρὸς τὴν πληγὴν ὁμόσε ὠθούμενοι, ὥστ᾽ ἔγωγε καὶ αὐτός, ὦ Κρίτων, ὑπ᾽ ἀπιστίας ἠναγκάσθην τελευτῶν ἐρέσθαι τὸν Εὐθύδημον εἰ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.