[98β]
Σωκράτης
καὶ μὴν καὶ ἐγὼ ὡς οὐκ εἰδὼς λέγω, ἀλλὰ εἰκάζων: ὅτι δέ ἐστίν τι ἀλλοῖον ὀρθὴ δόξα καὶ ἐπιστήμη, οὐ πάνυ μοι δοκῶ τοῦτο εἰκάζειν, ἀλλ᾽ εἴπερ τι ἄλλο φαίην ἂν εἰδέναι—ὀλίγα δ᾽ ἂν φαίην—ἓν δ᾽ οὖν καὶ τοῦτο ἐκείνων θείην ἂν ὧν οἶδα.Μένων
καὶ ὀρθῶς γε, ὦ Σώκρατες, λέγεις.Σωκράτης
τί δέ; τόδε οὐκ ὀρθῶς, ὅτι ἀληθὴς δόξα ἡγουμένη τὸ ἔργον ἑκάστης τῆς πράξεως οὐδὲν χεῖρον ἀπεργάζεται ἢ ἐπιστήμη;Μένων
καὶ τοῦτο δοκεῖς μοι ἀληθῆ λέγειν.