previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Αἴας

815 μὲν σφαγεὺς ἕστηκεν τομώτατος
γένοιτ᾽ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή:
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
μάλιστα μισηθέντος ἐχθίστου θ᾽ ὁρᾶν:
πέπηγε δ᾽ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
820σιδηροβρῶτι θηγάνῃ νεηκονής:
ἔπηξα δ᾽ αὐτὸν εὖ περιστείλας ἐγώ,
εὐνούστατον τῷδ᾽ ἀνδρὶ διὰ τάχους θανεῖν.
οὕτω μὲν εὐσκευοῦμεν: ἐκ δὲ τῶνδέ μοι
σὺ πρῶτος, Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
825αἰτήσομαι δέ σ᾽ οὐ μακρὸν γέρας λαχεῖν.
πέμψον τιν᾽ ἡμῖν ἄγγελον, κακὴν φάτιν
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
830ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ᾽ ἕλωρ.
τοσαῦτά σ᾽, Ζεῦ, προστρέπω, καλῶ δ᾽ ἅμα
πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
835καλῶ δ᾽ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
ἀεί θ᾽ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
840ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ᾽ ἐμὲ
αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
ἴτ᾽, ταχεῖαι ποίνιμοί τ᾽ Ἐρινύες,
γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ:
845σὺ δ᾽, τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ᾽ ἐμὸν
γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
850 που τάλαινα, τήνδ᾽ ὅταν κλύῃ φάτιν,
ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
ἀλλ᾽ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
ἀλλ᾽ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
Θάνατε Θάνατε, νῦν μ᾽ ἐπίσκεψαι μολών.
855καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
σὲ δ᾽, φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
πανύστατον δὴ κοὔποτ᾽ αὖθις ὕστερον.
φέγγος, γῆς ἱερὸν οἰκείας πέδον
860Σαλαμῖνος, πατρῷον ἑστίας βάθρον
κλειναί τ᾽ Ἀθῆναι καὶ τὸ σύντροφον γένος
κρῆναί τε ποταμοί θ᾽ οἵδε, καὶ τὰ Τρωϊκὰ
πεδία προσαυδῶ, χαίρετ᾽, τροφῆς ἐμοί:
τοῦθ᾽ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
865τὰ δ᾽ ἄλλ᾽ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1907)
hide References (8 total)
  • Commentary references to this page (4):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1065
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1016
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 807
    • Walter Leaf, Commentary on the Iliad (1900), 1.5
  • Cross-references in general dictionaries to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: