previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

920φεῦ, τῆς ἀνοίας ὥς σ᾽ ἐποικτίρω πάλαι.

Χρυσόθεμις

τί δ᾽ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;

Ἠλέκτρα

οὐκ οἶσθ᾽ ὅποι γῆς οὐδ᾽ ὅποι γνώμης φέρει.

Χρυσόθεμις

πῶς δ᾽ οὐκ ἐγὼ κάτοιδ᾽ γ᾽ εἶδον ἐμφανῶς;

Ἠλέκτρα

τέθνηκεν, τάλαινα, τἀκείνου δέ σοι
925σωτήρι᾽ ἔρρει: μηδὲν εἰς κεῖνόν γ᾽ ὅρα.

Χρυσόθεμις

οἴμοι τάλαινα: τοῦ τάδ᾽ ἤκουσας βροτῶν;

Ἠλέκτρα

τοῦ πλησίον παρόντος, ἡνίκ᾽ ὤλλυτο.

Χρυσόθεμις

καὶ ποῦ 'στιν οὗτος; θαῦμά τοί μ᾽ ὑπέρχεται.

Ἠλέκτρα

κατ᾽ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.

Χρυσόθεμις

930οἴμοι τάλαινα: τοῦ γὰρ ἀνθρώπων ποτ᾽ ἦν
τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;

Ἠλέκτρα

οἶμαι μάλιστ᾽ ἔγωγε τοῦ τεθνηκότος
μνημεῖ᾽ Ὀρέστου ταῦτα προσθεῖναί τινα.

Χρυσόθεμις

δυστυχής: ἐγὼ δὲ σὺν χαρᾷ λόγους
935τοιούσδ᾽ ἔχουσ᾽ ἔσπευδον, οὐκ εἰδυῖ᾽ ἄρα
ἵν᾽ ἦμεν ἄτης: ἀλλὰ νῦν, ὅθ᾽ ἱκόμην,
τά τ᾽ ὄντα πρόσθεν ἄλλα θ᾽ εὑρίσκω κακά.

Ἠλέκτρα

οὕτως ἔχει σοι ταῦτ᾽: ἐὰν δέ μοι πίθῃ,
τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.

Χρυσόθεμις

940 τοὺς θανόντας ἐξαναστήσω ποτέ;

Ἠλέκτρα

οὐκ ἔσθ᾽ γ᾽ εἶπον: οὐ γὰρ ὧδ᾽ ἄφρων ἔφυν.

Χρυσόθεμις

τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;

Ἠλέκτρα

τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.

Χρυσόθεμις

ἀλλ᾽ εἴ τις ὠφέλειά γ᾽, οὐκ ἀπώσομαι.

Ἠλέκτρα

945ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.

Χρυσόθεμις

ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: