previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

οὐκ οἶδ᾽ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς:
κρείσσων γὰρ ἦσθα μηκέτ᾽ ὢν ζῶν τυφλός.

Οἰδίπους

ὡς μὲν τάδ᾽ οὐχ ὧδ᾽ ἔστ᾽ ἄριστ᾽ εἰργασμένα,
1370μή μ᾽ ἐκδίδασκε, μηδὲ συμβούλευ᾽ ἔτι.
ἐγὼ γὰρ οὐκ οἶδ᾽ ὄμμασιν ποίοις βλέπων
πατέρα ποτ᾽ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν
οὐδ᾽ αὖ τάλαιναν μητέρ᾽, οἷν ἐμοὶ δυοῖν
ἔργ᾽ ἐστὶ κρείσσον᾽ ἀγχόνης εἰργασμένα.
1375ἀλλ᾽ τέκνων δῆτ᾽ ὄψις ἦν ἐφίμερος,
βλαστοῦσ᾽ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
οὐ δῆτα τοῖς γ᾽ ἐμοῖσιν ὀφθαλμοῖς ποτε:
οὐδ᾽ ἄστυ γ᾽ οὐδὲ πύργος οὐδὲ δαιμόνων
ἀγάλμαθ᾽ ἱερά, τῶν παντλήμων ἐγὼ
1380κάλλιστ᾽ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς
ἀπεστέρησ᾽ ἐμαυτόν, αὐτὸς ἐννέπων
ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
φανέντ᾽ ἄναγνον καὶ γένους τοῦ Λαΐου.
τοιάνδ᾽ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
1385ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;
ἥκιστά γ᾽: ἀλλ᾽ εἰ τῆς ἀκουούσης ἔτ᾽ ἦν
πηγῆς δι᾽ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
ἵν᾽ τυφλός τε καὶ κλύων μηδέν: τὸ γὰρ
1390τὴν φροντίδ᾽ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.
ἰὼ Κιθαιρών, τί μ᾽ ἐδέχου; τί μ᾽ οὐ λαβὼν
ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε
ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν γεγώς;
Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
1395λόγῳ παλαιὰ δώμαθ᾽, οἷον ἆρά με
κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε:
νῦν γὰρ κακός τ᾽ ὢν κἀκ κακῶν εὑρίσκομαι.
τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη
δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,
1400αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο
ἐπίετε πατρός, ἆρά μου μέμνησθ᾽ ἔτι
οἷ᾽ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ᾽ ἰὼν
ὁποῖ᾽ ἔπρασσον αὖθις; γάμοι γάμοι,
ἐφύσαθ᾽ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
1405ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε
πατέρας, ἀδελφούς, παῖδας, αἷμ᾽ ἐμφύλιον,
νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα
αἴσχιστ᾽ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
ἀλλ᾽ οὐ γὰρ αὐδᾶν ἔσθ᾽ μηδὲ δρᾶν καλόν,
1410ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που
καλύψατ᾽ φονεύσατ᾽ θαλάσσιον
ἐκρίψατ᾽, ἔνθα μήποτ᾽ εἰσόψεσθ᾽ ἔτι.
ἴτ᾽, ἀξιώσατ᾽ ἀνδρὸς ἀθλίου θιγεῖν.
πίθεσθε, μὴ δείσητε: τἀμὰ γὰρ κακὰ
1415οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: