previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οἰδίπους
πειστέον, κεἰ μηδὲν ἡδύ.

Κρέων
πάντα γὰρ καιρῷ καλά.

Οἰδίπους
οἶσθ᾽ ἐφ᾽ οἷς οὖν εἶμι;

Κρέων
λέξεις, καὶ τότ᾽ εἴσομαι κλύων.

Οἰδίπους
γῆς μ᾽ ὅπως πέμψεις ἄποικον.

Κρέων
τοῦ θεοῦ μ᾽ αἰτεῖς δόσιν.

Οἰδίπους
ἀλλὰ θεοῖς γ᾽ ἔχθιστος ἥκω.

Κρέων
τοιγαροῦν τεύξει τάχα.

Οἰδίπους
φῂς τάδ᾽ οὖν;

Κρέων
μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.

Οἰδίπους
ἄπαγέ νύν μ᾽ ἐντεῦθεν ἤδη.

Κρέων
στεῖχέ νυν, τέκνων δ᾽ ἀφοῦ.

Οἰδίπους
μηδαμῶς ταύτας γ᾽ ἕλῃ μου.

Κρέων
πάντα μὴ βούλου κρατεῖν:
καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.

Χορός

πάτρας Θήβης ἔνοικοι, λεύσσετ᾽, Οἰδίπους ὅδε,
1525ὃς τὰ κλείν᾽ αἰνίγματ᾽ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,
οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,
εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.
ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν
ἡμέραν ἐπισκοποῦντα μηδέν᾽ ὀλβίζειν, πρὶν ἂν
1530τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1278
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: