previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] πάντων δ᾽ αὐτῶν αἴτιον ἀρχὴ διὰ πλεονεξίαν καὶ φιλοτιμίαν: ἐκ δ᾽ αὐτῶν καὶ ἐς τὸ φιλονικεῖν καθισταμένων τὸ πρόθυμον. οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες μετὰ ὀνόματος ἑκάτεροι εὐπρεποῦς, πλήθους τε ἰσονομίας πολιτικῆς καὶ ἀριστοκρατίας σώφρονος προτιμήσει, τὰ μὲν κοινὰ λόγῳ θεραπεύοντες ἆθλα ἐποιοῦντο, παντὶ δὲ τρόπῳ ἀγωνιζόμενοι ἀλλήλων περιγίγνεσθαι ἐτόλμησάν τε τὰ δεινότατα ἐπεξῇσάν τε τὰς τιμωρίας ἔτι μείζους, οὐ μέχρι τοῦ δικαίου καὶ τῇ πόλει ξυμφόρου προτιθέντες, ἐς δὲ τὸ ἑκατέροις που αἰεὶ ἡδονὴν ἔχον ὁρίζοντες, καὶ μετὰ ψήφου ἀδίκου καταγνώσεως χειρὶ κτώμενοι τὸ κρατεῖν ἑτοῖμοι ἦσαν τὴν αὐτίκα φιλονικίαν ἐκπιμπλάναι. ὥστε εὐσεβείᾳ μὲν οὐδέτεροι ἐνόμιζον, εὐπρεπείᾳ δὲ λόγου οἷς ξυμβαίη ἐπιφθόνως τι διαπράξασθαι, ἄμεινον ἤκουον. τὰ δὲ μέσα τῶν πολιτῶν ὑπ᾽ ἀμφοτέρων ὅτι οὐ ξυνηγωνίζοντο φθόνῳ τοῦ περιεῖναι διεφθείροντο.

load focus Notes (E.C. Marchant, 1909)
load focus English (1910)
hide References (3 total)
  • Commentary references to this page (2):
    • E.C. Marchant, Commentary on Thucydides: Book 7, 7.68
    • Harold North Fowler, Commentary on Thucydides Book 5, 5.26
  • Cross-references to this page (1):
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, Concord
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: