previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] οὐ δεξαμένων δὲ ταῦτα Κρητῶν ᾑρέθη στρατηγὸς ἐπ᾽ αὐτοὺς Μέτελλος. καὶ νικᾷ μὲν Μέτελλος ἐν Κυδωνίᾳ Λασθένη, καὶ φυγόντος ἐς Κνωσσὸν Πανάρης Μετέλλῳ τὴν Κυδωνίαν παρέδωκεν ἐπὶ συνθήκῃ, μηδὲν παθεῖν αὐτός. Μετέλλου δὲ Κνωσσὸν περικαθημένου, Λασθένης τὴν οἰκίαν χρημάτων πλήσας κατέφλεξε, καὶ διέφυγεν ἀπὸ τῆς Κνωσσοῦ. καὶ οἱ Κρῆτες ἐς Πομπήιον Μάγνον, στρατηγοῦντα τοῦ λῃστικοῦ καὶ Μιθριδατείου πολέμου, πέμψαντες ἔφασαν ἑαυτοὺς ἐλθόντι ἐπιτρέψειν. δὲ ἀσχόλως τότε ἔχων ἐκέλευε τὸν Μέτελλον, ὡς οὐ δέον ἔτι πολεμεῖν τοῖς ἑαυτοὺς ἐπιτρέπουσιν, ἐξανίστασθαι τῆς νήσου: παραλήψεσθαι γὰρ αὐτὸς αὐτὴν ἐπελθών. δὲ οὐ φροντίσας ἐπέμεινε τῷ πολέμῳ, μέχρι ὑπηγάγετο αὐτήν, Λασθένει συνθέμενος ὅμοια Πανάρει. καὶ ἐθριάμβευσε, καὶ Κρητικὸς ἐκλήθη ὅδε δικαιότερον Ἀντωνίου, τὴν νῆσον ἐξεργασάμενος.

U. p. 371.

ὅτι Κλώδιος πατρίκιος, ποῦλχερ ἐπίκλην, τοῦτ᾽ ἔστιν εὐπρεπής, τῆς Γαΐου Καίσαρος γυναικὸς ἤρα. καὶ ἁρμόσασθαι αὑτὸν ἐς γυναῖκα ἐκ κεφαλῆς ἐς ἄκρους πόδας, ἔτι ὄντα ἀγένειον, καὶ ἐς τὴν οἰκίαν τοῦ Γαΐου παρελθεῖν οἷα γυναῖκα νυκτός, ὅτε μόναις γυναιξὶν ἐξῆν ἐσελθεῖν, μυστηρίων ἀγομένων. πλανηθέντα δὲ τῆς ὁδηγούσης, κατάφωρον ὑπ᾽ ἄλλων ἐκ τῆς φωνῆς γενόμενον ἐξελαθῆναι.

Val. p. 558.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: