Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
I. Res Italiae
II. Res Hispaniae
chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20
III. Res Graeciae
chapter 22chapter 23chapter 24chapter 25chapter 26
IV. Res Asiae
chapter 28chapter 29chapter 30chapter 31
V. Res Italiae
chapter 33
VI. Res Hispaniae
chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40
VII. Res Graeciae
chapter 42chapter 43chapter 44chapter 45chapter 46chapter 47
VIII. Res Asiae
chapter 49
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:





























Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γενομένης δὲ τῆς προσαγγελίας διότι συμβαίνει τὸν μὲν Εὐθύδημον μετὰ τῆς δυνάμεως εἶναι περὶ Ταπουρίαν, μυρίους δ᾽ ἱππεῖς προκαθίζεσθαι φυλάττοντας τὰς περὶ τὸν Ἄριον ποταμὸν διαβάσεις, ἔκρινε τὴν πολιορκίαν ἀπογνοὺς ἔχεσθαι τῶν προκειμένων. [2] ἀπέχοντος δὲ τοῦ ποταμοῦ τριῶν ἡμερῶν ὁδόν, ἐπὶ μὲν ἡμέρας δύο σύμμετρον ἐποιήσατο τὴν πορείαν, τῇ δὲ τρίτῃ μετὰ τὸ δειπνῆσαι τοῖς ἄλλοις ἅμα τῷ φωτὶ ποιεῖσθαι παρήγγειλε τὴν ἀναζυγήν, αὐτὸς δ᾽ ἀναλαβὼν τοὺς ἱππέας καὶ τοὺς εὐζώνους, [3] ἅμα δὲ πελταστὰς μυρίους, προῆγε νυκτός, πορείᾳ χρώμενος ἐνεργῷ. [4] τοὺς γὰρ ἱππεῖς ἐπυνθάνετο τῶν ὑπεναντίων τὰς μὲν ἡμέρας ἐφεδρεύειν παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, τὰς δὲ νύκτας ὑποχωρεῖν πρός τινα πόλιν οὐκ ἔλαττον εἴκοσι σταδίων διέχουσαν. διανύσας δὲ νύκτωρ τὴν καταλειπομένην ὁδόν, [5] ἅτε τῶν πεδίων ἱππασίμων ὑπαρχόντων, ἔφθασε περαιώσας τὸν ποταμὸν ἅμα τῷ φωτὶ τὸ πλεῖστον μέρος τῆς μεθ᾽ ἑαυτοῦ δυνάμεως. [6] οἱ δὲ τῶν Βακτριανῶν ἱππεῖς, σημηνάντων αὐτοῖς τῶν σκοπῶν τὸ γεγονός, ἐξεβοήθουν, καὶ κατὰ πορείαν συνέμισγον τοῖς ὑπεναντίοις. [7] ὁ δὲ βασιλεύς, θεωρῶν ὅτι δεῖ δέξασθαι τὴν πρώτην ἐπιφορὰν τῶν πολεμίων, παρακαλέσας τοὺς περὶ αὐτὸν εἰθισμένους κινδυνεύειν τῶν ἱππέων δισχιλίους, τοῖς μὲν ἄλλοις παρήγγειλε κατὰ σημαίας καὶ κατ᾽ οὐλαμοὺς αὐτοῦ παρεμβαλεῖν καὶ λαμβάνειν ἑκάστους τὰς εἰθισμένας τάξεις, [8] αὐτὸς δὲ μετὰ τῶν προειρημένων ἱππέων ἀπαντήσας συνέβαλε τοῖς πρώτοις ἐπιφερομένοις τῶν Βάκτρων. [9] δοκεῖ δὲ κατὰ τοῦτον τὸν κίνδυνον Ἀντίοχος ἀγωνίσασθαι διαπρεπέστατα τῶν μεθ᾽ αὑτοῦ. [10] πολλοὶ μὲν οὖν ἀμφοτέρων διεφθάρησαν, ἐπεκράτησαν δὲ τῆς πρώτης ἱππαρχίας οἱ μετὰ τοῦ βασιλέως: τῆς δὲ δευτέρας καὶ τρίτης ἐπιφερομένης ἐπιέζοντο καὶ κακῶς ἀπήλλαττον. [11] κατὰ δὲ τὸν καιρὸν τοῦτον, τῶν πλείστων ἱππέων ἐκτεταγμένων ἤδη, Παναίτωλος ἐπαγαγεῖν παραγγείλας τὸν μὲν βασιλέα καὶ τοὺς μετ᾽ αὐτοῦ κινδυνεύοντας ἐδέξατο, τοὺς δὲ τῶν Βακτριανῶν ἐπιφερομένους ἀτάκτως ἐκ μεταβολῆς προτροπάδην ἠνάγκασε φυγεῖν. [12] ἐκεῖνοι μὲν οὖν, τῶν περὶ τὸν Παναίτωλον αὐτοῖς ἐπικειμένων, οὐ πρότερον ἔστησαν ἕως οὗ συνέμιξαν τοῖς περὶ τὸν Εὐθύδημον, τοὺς πλείστους ἀπολωλεκότες αὑτῶν: οἱ δὲ τοῦ βασιλέως ἱππεῖς, [13] πολλοὺς μὲν φονεύσαντες, πολλοὺς δὲ ζωγρίᾳ λαβόντες, ἀνεχώρουν. καὶ τότε μὲν αὐτοῦ παρὰ τὸν ποταμὸν ηὐλίσθησαν: [14] ἐν δὲ τούτῳ τῷ κινδύνῳ τὸν μὲν ἵππον συμβαίνει *** ἀποθανεῖν τραυματισθέντα ***, αὐτὸν δὲ πληγέντα διὰ τοῦ στόματος ἀποβαλεῖν τινας: τῶν ὀδόντων, καθόλου δὲ φήμην ἐπ᾽ ἀνδρείᾳ περιποιήσασθαι τότε μάλιστα. [15] γενομένης δὲ τῆς μάχης ταύτης ὁ μὲν Εὐθύδημος καταπλαγεὶς ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς πόλιν Ζαριάσπαν τῆς Βακτριανῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (1 total)
- Cross-references to this page
(1):
- Smith's Bio, Euthyde'mus
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences