previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ γὰρ ὑπεραίροντα τὴν κοινὴν συνήθειαν τῶν παρ᾽ ἐνίοις ἐθισμῶν, ὅταν μὲν αὐτοπαθῶς δόξῃ γίνεσθαι διὰ τὸ μέγεθος τῶν συμπτωμάτων, ἔλεον ἐκκαλεῖται παρὰ τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσι, καὶ συγκινεῖ πως ἕκαστον ἡμῶν ξενισμός: [2] ἐπὰν δὲ φαίνηται γοητείας χάριν καὶ καθ᾽ ὑπόκρισιν γίνεσθαι τὸ τοιοῦτον, οὐκ ἔλεον, ἀλλ᾽ ὀργὴν ἐξεργάζεται καὶ μῖσος. καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς πρεσβευτὰς τῶν Καρχηδονίων. — [3]

δὲ Πόπλιος διὰ βραχέων ἤρξατο λέγειν πρὸς αὐτούς, ὡς ἐκείνων μὲν χάριν οὐδὲν ὀφείλουσι ποιεῖν φιλάνθρωπον, ὁμολογούντων αὐτῶν διότι καὶ τὸν πόλεμον ἐξ ἀρχῆς ἐπενέγκαιεν Ῥωμαίοις, παρὰ τὰς συνθήκας ἐξανδραποδισάμενοι τὴν Ζακανθαίων πόλιν, καὶ πρῴην παρασπονδήσαιεν, ἀθετήσαντες τοὺς ὅρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας: [4] αὑτῶν δὲ χάριν ἔφησε καὶ τῆς τύχης καὶ τῶν ἀνθρωπίνων κεκρίσθαι σφίσι πρᾴως χρῆσθαι καὶ μεγαλοψύχως τοῖς πράγμασι. [5] φανήσεσθαι δὲ τοῦτο κἀκείνοις ἔφησεν, ἐὰν ὀρθῶς διαλαμβάνωσι περὶ τῶν ἐνεστώτων: οὐ γὰρ εἴ τι πάσχειν ποιεῖν διδόναι σφίσιν ἐπιταχθήσεται, τοῦτο δεῖν νομίζειν δεινόν, ἀλλ᾽ εἴ τι συγχωρηθήσεται φιλάνθρωπον, τοῦτο μᾶλλον ἡγεῖσθαι παράδοξον, [6] ἐπείπερ τύχη παρελομένη τὸν ἔλεον αὐτῶν καὶ τὴν συγγνώμην διὰ τὴν σφετέραν ἀδικίαν ὑποχειρίους πεποίηκε τοῖς ἐχθροῖς. [7] ταῦτα δ᾽ εἰπὼν ἔλεγε τὰ φιλάνθρωπα τὰ διδόμενα, καὶ πάλιν δέον ἦν ὑπομένειν αὐτούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: