previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 224] στερεὸν θρέψαι, καὶ τροφῆς ἁπάσης ἐκ παιδὸς ξυνηθέστερον: ἰδεῖν δὲ τερπνὸν τῇ χροιῇ: φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον, διαπτερῶσαι βρόγχον, ἄγειν φλέγμα, εὔπνοον, ὀλισθηρὸν δὲ τὴν κάτω διέξοδον: ἕλκεσι δὲ φάρμακον γλυκὺ καὶ ἄλλου παντὸς εὐμενές τερον. ἢν μὲν ὦν τις πολλὸν τοῦδε πίνῃ, οὐδεμίης τροφῆς ἄλλης χρέος. ἀγαθὸν γὰρ ἐν νούσῳ ἔνι φάρμακον γάλα τωὐτὸν γίγνεσθαι καὶ τροφήν. καὶ γὰρ ἀνθρώπων τῶν γαλακτο φάγων τὰ ἔθνεα σῖτον οὐκ ἔδει: ἄριστον δὲ ξὺν γάλακτι, καὶ πολτοὶ, καὶ ἰτρία, καὶ χόνδροι πλυτοὶ, καὶ ὁκόσα ἐδεστὰ ἐκ γάλακτος γίγνεται. καὶ τροφῆς ἢν ἑτέρης δέῃ, ἔστω ὁμοίη, πτισάνης χυλὸς, εὔπεπτος, λιτή: χρὴ δὲ τοσόνδε ἡδύνθαι, ὁκόσον Ρ῾υμφάνεσθαί ἐστι Ρ῾ηΐστη: ἢν καὶ τῶν ἐς ἡδονήν τι λαμβάνῃ, καὶ τόδε ἔστω φάρμακον, λιγυστι κοῦ κόμην, γλήχωνα, ἡδύοσμον, ἁλῶν βραχὺ, ὄξος, μέλι. ἢν μὲν στόμαχος ἀπεπτέῃ, τόδε παρέχειν : ἢν δὲ μηδὲν ὅδε προσαναγκάζῃ, πάντων ἐστὶ πτισάνη κρέσσων : ἔξεστι δὲ τὴν πτισάνην ἐς χόνδρον ἀλλάξαι : ἀφυσότερος γὰρ, καὶ εὐπεπτότερος καὶ σμηγματώδης ἢν ὡς πτισάνη πτίσθῃ.1 ἐν τῇσι ὑγροτέρῃσι ἀναγωγῇσι κύαμος καθαίρει ἕλκεα, ἀλλ᾽ ἔστι φυσώδης. πισὸς καὶ ὦχρος, ὁκόσον ἀφυσότερα, τοσόνδε ἑλκέων ἀκαθαρτότερα. ξυντεκμαιρόμενον ὦν πρὸς τὰ παρέοντα, τοῖσδε χρῆσθαι : ὄψα δὲ αὐτέων, ἅσσα καὶ ἐπὶ πτισάνῃ λέλεκται: ὠὰ δὲ ἐκ πυρὸς μὲν ὑδαρέα, θερμά: ἄριστον δὲ ἐκ ζῴων ἀρτίτοκα, πρὶν τὴν


Κεφ. ιγ᾽. Θεραπεία Ἥπατος.

ἥπατι ἕλκος ἔοι ὀλέθριον. χαλεπωτάτη δὲ ἐς τὴν γαστέρα ξύρροια τοῦ πύου, ἢν τὸν στόμαχον ἴσχῃ ὁδὸν ἐς τὴν ἄνω φορήν. τροφὴ γὰρ αἰτίη τοῦ ζῆν: τροφῆς δὲ ἡγεμὼν

1 The common reading is ἢν καὶ ὡς πτισάνη μιγματώδης ὀπτίσθω; which Ermerins alters to σμηγματώδης πτισθῆ, the meaning of which seems to me very equivocal.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: