previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ δὲ τούτου βοιωτάρχης αἱρεθεὶς μετὰ Μέλωνος καὶ Χάρωνος Πελοπίδας εὐθὺς ἀπετείχιζε τὴν ἀκρόπολιν καὶ προσβολὰς ἐποιεῖτο πανταχόθεν, ἐξελεῖν σπουδάζων τοὺς Λακεδαιμονίους καὶ τὴν Καδμείαν ἐλευθερῶσαι πρὶν ἐκ Σπάρτης στρατὸν ἐπελθεῖν. [2] καὶ παρὰ τοσοῦτον ἔφθασεν ἀφεὶς ὑποσπόνδους τοὺς ἄνδρας ὅσον ἐν Μεγάροις οὖσιν αὐτοῖς ἀπαντῆσαι Κλεόμβροτον ἐπὶ τὰς Θήβας ἐλαύνοντα μετὰ μεγάλης δυνάμεως, οἱ δὲ Σπαρτιᾶται, τριῶν ἁρμοστῶν γενομένων ἐν Θήβαις, Ἡριππίδαν μὲν καὶ Ἄρκισσον ἀπέκτειναν κρίναντες, δὲ τρίτος Λυσανορίδας χρήμασι πολλοῖς ζημιωθεὶς αὑτὸν ἐκ τῆς Πελοποννήσου μετέστησε.

[3] ταύτην τὴν πρᾶξιν ἀρεταῖς μὲν ἀνδρῶν καὶ κινδύνοις καὶ ἀγῶσι παραπλησίαν τῇ [p. 372] Θρασυβούλου γενομένην, καὶ βραβευθεῖσαν ὁμοίως ὑπὸ τῆς τύχης, ἀδελφὴν ἐκείνης προσηγόρευον οἱ Ἕλληνες, οὐ γὰρ ἔστι ῥᾳδίως ἑτέρους εἰπεῖν οἳ πλειόνων ἐλάττους καὶ δυνατωτέρων ἐρημότεροι τόλμῃ καὶ δεινότητι κρατήσαντες αἴτιοι μειζόνων ἀγαθῶν ταῖς πατρίσι κατέστησαν, [4] ἐνδοξοτέραν δὲ ταύτην ἐποίησεν μεταβολὴ τῶν πραγμάτων, γὰρ καταλύσας τὸ τῆς Σπάρτης ἀξίωμα καὶ παύσας ἄρχοντας αὐτοὺς γῆς τε καὶ θαλάττης πόλεμος ἐξ ἐκείνης ἐγένετο τῆς νυκτός, ἐν Πελοπίδας οὐ φρούριον, οὐ τεῖχος, οὐκ ἀκρόπολιν καταλαβών, ἀλλ᾽ εἰς οἰκίαν δωδέκατος κατελθών, εἰ δεῖ μεταφορᾷ τὸ ἀληθὲς εἰπεῖν, ἔλυσε καὶ διέκοψε τοὺς δεσμοὺς τῆς Λακεδαιμονίων ἡγεμονίας, ἀλύτους καὶ ἀρρήκτους εἶναι δοκοῦντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: