γεγραμμένα πέμψαι διενοήθην. καὶ λαβὼν ταῦτα δίελθε, κὰν δοκῇ σοι μηδὲν εἶναι φαυλότερα τῶν ἀμεθύστων καλουμένων, ἅ τινες ἐν τοῖς πότοις περιάπτονται καὶ προλαμβάνουσι, 1 μεταδίδου τῷ Κλεάνδρῳ καὶ προκαταλάμβανε τὴν φύσιν αὐτοῦ διὰ τὸ μηδαμοῦ νωθρὸν ἀλλὰ πανταχοῦ σφοδρὸν καὶ δεδορκὸς εὐαγωγοτέραν ὑπὸ τῶν τοιούτων οὖσαν.
πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν ἐν δὲ καὶ ἐσθλόνὅτι βρωθῆναι μέν ἐστιν ἥδιστος, δυσόνειρον δ᾽ ὕπνον ποιεῖ, φαντασίας ταραχώδεις καὶ ἀλλοκότους